ἐμφανίζεται δ᾽ αὐτῆς οὐ παρέργως τὸ φίλεργον κἀκ τούτων:γρηὶ δέ μιν εἰκυῖα παλαιγενέι προσέειπεν
εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιεταούσῃ
ἤσκειν εἴρια καλά.
ἔοικε δὲ καὶ αὐτὴ τὴν ἑαυτῆς καλλιτεχνίαν συνορᾶν. τῷ γοῦν Τηλεμάχῳ πέπλον τινὰ δωρουμένη φησί:τῇ δ᾽ ἄρ᾽ ἅμ᾽ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν:
Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,
Φυλὼ δ᾽ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔδωκεν
Ἀλκάνδρη, Πολύβοιο δάμαρ.
τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα
νήματος ἀσκητοῖο βεβυσμένον: αὐτὰρ ἐν αὐτῷ
ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.
αὕτη δ᾽ ἡ φιλεργία τὴν σωφροσύνην αὐτῆς καταμηνύει: οὐ χλιδῶσα γὰρ οὐδὲ θρυπτομένη διὰ τὸ κάλλος εἰσάγεται. εὑρίσκεται γοῦν περὶ ἱστὸν ὑφαίνουσα καὶ ποικίλλουσα:δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι,
μνῆμ᾽ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,
σῇ δ᾽ ἀλόχῳ φορέειν.
τὴν δ᾽ εὗρ᾽ ἐν μεγάρῳ: ἣ δὲ μέγαν ἱστὸν ὕφαινε,
δίπλακα μαρμαρέην: πολέας δ᾽ ἐνέπασσεν ἀέθλους
Τρώων θ᾽ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
οὓς ἕθεν εἵνεκ᾽ ἔπασχον ὑπ᾽ Ἄρηος παλαμάων.