οἴχωκε γὰρ κροτητὰ πηκτίδων μέλη,Ἀραρὼς δ᾽ ἐν Πανὸς γοναῖς ῾II 217 K':'
λύρᾳ μοναύλοις τε χειμωντεως
ναος στέρημα κωμασάσης.
ἀναρπάσας μόναυλον εὐθὺς πῶς δοκεῖςἈναξανδρίδης δ᾽ ἐν Θησαυρῷ ῾ib. 142':'
κούφως ἀνήλλετο.
ἀναλαβὼνκαὶ ἐν Φιαληφόρῳ ῾ib. 158':'
μόναυλον ηὔλουν τὸν ὑμέναιον.
.. τὸν μόναυλον ποῖ τέτροφας; οὗτος Σύρε.Σώπατρος Βακχίδι:
Β. ποῖον μόναυλον; Α. τὸν κάλαμον.
καὶ τὸ μόναυλον μέλος ἤχησε.Πρωταγορίδης δ᾽ ὁ Κυζικηνὸς ἐν δευτέρῳ περὶ τῶν ἐπὶ Δάφνῃ πανηγύρεών ῾FHG IV 484' 'φησιν: ‘παντὸς δὲ ὀργάνου καταμιτον ἧπται, κροτάλων, ὑπὸ φανοῦ, πανδούρου, τῷ τε ἡδεῖ μοναύλῳ τὰς ἡδίστας ἁρμονίας ἀναμινυρίζει.' Ποσειδώνιος δ᾽ ὁ ἀπὸ τῆς στοᾶς φιλόσοφος ἐν τῇ τρίτῃ τῶν ἱστοριῶν διηγούμενος περὶ τοῦ Ἀπαμέων πρὸς Λαρισαίους πολέμου γράφει τάδε ῾FHG III 253':' ‘παραζωνίδια καὶ λογχάρι᾽ ἀνειληφότες ἰῷ καὶ ῥύπῳ κεκρυμμένα, πετάσια δ᾽ ἐπιτεθειμένοι καὶ προσκόπια σκιὰν μὲν ποιοῦντα, καταπνεῖσθαι δ᾽ οὐ κωλύοντα τοὺς τραχήλους, ὄνους ἐφελκόμενοι γέμοντας οἴνου καὶ βρωμάτων παντοδαπῶν, οἷς παρέκειτο φωτίγγια καὶ μοναύλια, κώμων οὐ πολέμων ὄργανα.' οὐκ ἀγνοῶ δὲ ὅτι Ἀμερίας ὁ Μακεδὼν ἐν ταῖς Γλώσσαις τιτύρινόν φησι καλεῖσθαι τὸν μόναυλον. ἴδε ἀπέχεις, καλὲ Οὐλπιανέ, καὶ τὸν τῆς φώτιγγος μνημονεύοντα: ὅτι δὲ ὁ μόναυλος ἦν ὁ νῦν καλούμενος καλαμαύλης σαφῶς παρίστησιν Ἡδύλος ἐν τοῖς ἐπιγράμμασιν οὑτωσὶ λέγων:
<τοῦτο> Θέων ὁ μόναυλος ὑπ᾽ ἠρίον ὁ γλυκὺς οἰκεῖὥσπερ οὖν τοὺς τῷ καλάμῳ αὐλοῦντας καλαμαύλας λέγουσι νῦν, οὕτω καὶ ῥαππαύλας, ὥς φησιν Ἀμερίας ὁ Μακεδὼν ἐν ταῖς Γλώσσαις, τοὺς τῇ καλάμῃ αὐλοῦντας.
αὐλητής, μίμων ἡ 'ν θυμέλῃσι Χάρις.
τυφλὸς ὑπαὶ γήρως εἶχεν καὶ Σκίρπαλον υἱόν,
νήπιον ὅντ᾽ ἐκάλει Σκίρπαλος Εὐπαλάμου,
ἤειδεν δ᾽ αὐτοῦ τὰ γενέθλια: τοῦτο γὰρ εἶχεν,
πανμαρπᾶν ηδυσμα σημανέων.
ηὔλει δὴ Γλαύκης μεμεθυσμένα παίγνια Μουσέων
ἢ τὸν ἐν ἀκρήτοις Βάτταλον ἡδυπότην
ἢ καὶ Κώταλον ἢ καὶ Πάκαλον. ἀλλὰ Θέωνα
τὸν καλαμαυλήτην εἴπατε ‘χαῖρε Θέων.'