previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοὺς δὲ τὰ πέμματα προσέτι τε τοὺς ποιοῦντας τοὺς πλακοῦντας οἱ πρότερον δημιουργοὺς ἐκάλουν. Μένανδρος Ψευδηρακλεῖ: καταμεμφόμενος δὲ τοὺς μαγείρους ὡς ἐπιχειροῦντας καὶ οἷς μὴ δεῖ φησιν IV 222 M':'
μάγειρ᾽, ἀηδής μοι δοκεῖς εἶναι σφόδρα.
πόσας τραπέζας μέλλομεν ποιεῖν, τρίτον
ἤδη μ᾽ ἐρωτᾷς. χοιρίδιον ἓν θύομεν,
ὀκτὼ ποιήσοντες τραπέζας δ᾽ μίαν,
τί σοι διαφέρει τοῦτο; παράθες [σημίαν.]
οὐκ ἔστι κανδύλους ποιεῖν οὐδ᾽ οἷα σὺ
εἴωθας εἰς ταὐτὸν καρυκεύειν μέλι,
σεμίδαλιν, ᾠά: πάντα γὰρ τἀναντία
νῦν ἐστιν: μάγειρος γὰρ ἐγχύτους ποιεῖ,
πλακοῦντας ὀπτᾷ, χόνδρον ἕψει καὶ φέρει
μετὰ τὸ τάριχος, εἶτα θρῖον καὶ βότρυς:
δημιουργὸς δ᾽ ἀντιπαρατεταγμένη
κρεᾴδι᾽ ὀπτᾷ καὶ κίχλας, τραγήματα.
ἔπειθ᾽ δειπνῶν μὲν τραγηματίζεται,
μυρισάμενος δὲ καὶ στεφανωσάμενος πάλιν
δειπνεῖ τὰ μελίπηκτα ταῖς κίχλαις.
ὅτι δὲ ἐκεχώριστο τὰ τῆς ὑπουργίας, πεμμάτων μὲν προνοουσῶν τῶν δημιουργῶν, ὀψαρτυτικῆς δὲ τῶν μαγείρων, Ἀντιφάνης διεσάφησεν ἐν Χρυσίδι οὕτως II 110 K':'
τέτταρες δ᾽ αὐλητρίδες
ἔχουσι μισθὸν καὶ μάγειροι δώδεκα
καὶ δημιουργοὶ μέλιτος αἰτοῦσαι σκάφας.
Μένανδρος Δημιουργῷ IV 103 M':'
τί τοῦτο, παῖ; διακονικῶς γὰρ νὴ Δία
προελήλυθας. Β. ναί: πλάττομεν γὰρ πέμματα
τὴν νύκτα τ᾽ ἠγρυπνήκαμεν: καὶ νῦν ἔτι
ἀποίητα πάμπολλ᾽ ἐστὶν ἡμῖν.
πεμμάτων δὲ πρῶτόν φησιν μνημονεῦσαι Πανύασσιν fr. 26 Ki' 'Σέλευκος, ἐν οἷς περὶ τῆς παρ᾽ Αἰγυπτίοις ἀνθρωποθυσίας διηγεῖται, πολλὰ μὲν ἐπιθεῖναι λέγων πέμματα, ‘πολλὰς δὲ νοσσάδας ὄρνις,' προτέρου Στησιχόρου Ἰβύκου ἐν τοῖς Ἄθλοις ἐπιγραφομένοις fr. 2 B' 'εἰρηκότος φέρεσθαι τῇ παρθένῳ δῶρα
σασαμίδας χόνδρον τε καὶ ἐγκρίδας
ἄλλα τε πέμματα καὶ μέλι χλωρόν.
ὅτι δὲ τὸ ποίημα τοῦτο Στησιχόρου ἐστὶν ἱκανώτατος μάρτυς Σιμωνίδης ποιητής, ὃς περὶ τοῦ Μελεάγρου τὸν λόγον ποιούμενός φησιν fr. 53 B':'
ὡς δουρὶ πάντας
νίκασε νέους ὑπὲρ δινάεντα βαλὼν Ἄναυρον
πολυβότρυος ἐξ Ἰωλκοῦ:
οὕτω γὰρ Ὅμηρος ἠδὲ Στασίχορος ἄεισε λαοῖς.
γὰρ Στησίχορος οὕτως εἴρηκεν ἐν τῷ προκειμένῳ ᾁσματι τοῖς Ἄθλοις fr. 3 B':'
θρῴσκων μὲν γὰρ Ἀμφιάραος, ἄκοντι δὲ νίκασεν
Μελέαγρος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: