τί δ᾽ ἂν Ἕλληνες μικροτράπεζοι,ὁ Ἀριστοφάνης δ᾽ ἐν Ἀχαρνεῦσι καὶ αὐτὸς τῶν βαρβάρων ἐμφανίζων τὴν μεγαλειότητά φησιν ῾85':'
φυλλοτρῶγες δράσειαν; ὅπου
τέτταρα λήψῃ κρέα μίκρ᾽ ὀβολοῦ.
παρὰ δ᾽ ἡμετέροις προγόνοισιν ὅλους
βοῦς ὤπτων, ὗς, ἐλάφους, ἄρνας:
τὸ τελευταῖον δ᾽ ὁ μάγειρος ὅλον
τέρας ὀπτήσας μεγάλῳ βασιλεῖ
θερμὴν παρέθηκε κάμηλον.
ΠΡ. εἶτ᾽ ἐξένιζε παρετίθει θ᾽ ἡμῖν ὅλουςἈναξανδρίδης δ᾽ ἐν Πρωτεσιλάῳ διασύρων τὸ τῶν Ἰφικράτους γάμων συμπόσιον, ὅτε ἤγετο τὴν Κότυος τοῦ Θρᾳκῶν βασιλέως θυγατέρα, φησί ῾I 151 K':'
ἐκ κριβάνου βοῦς. ΔΙΚ. καὶ τίς εἶδε πώποτε
βοῦς κριβανίτας; τῶν ἀλαζονευμάτων.
ΠΡ. καὶ ναὶ μὰ Δί᾽ ὄρνιν τριπλάσιον Κλεωνύμου
παρέθηκεν ἡμῖν: ὄνομα δ᾽ ἦν αὐτῷ φέναξ.