ζωμήρυσιν φέρ᾽, οἶσ᾽ ὀβελίσκους δώδεκα,τὴν χύτραν δ᾽ Ἀριστοφάνης ἐν Σκηνὰς καταλαμβανούσαις κακκάβην εἴρηκεν οὕτως ῾I 515 K':'
κρεάγραν, θυίαν, τυροκνῆστιν παιδικήν,
στελεόν, σκαφίδας τρεῖς, δορίδα, κοπίδας τέτταρας.
οὐ μὴ πρότερον οἴσεις, θεοῖσιν ἐχθρὲ σύ,
τὸ λεβήτιον, τἀκ τοῦ νίτρου: πάλιν ὑστερεῖς;
καὶ τὴν κύβηλιν τὴν ταγηνιστηρίαν.
τὴν κακκάβην γὰρ κᾶε τοῦ διδασκάλου.κἀν Δαιταλεῦσι ῾ib 445':'
κἄγειν ἐκεῖθεν κακκάβην.Ἀντιφάνης δ᾽ ἐν Φιλοθηβαίῳ ῾II 105 K':'
πάντ᾽ ἔστιν ἡμῖν: ἥ τε γὰρ συνώνυμοςβατάνιον δ᾽ εἴρηκεν Ἀντιφάνης ἐν Εὐθυδίκῳ ῾ib. 49':'
τῆς ἔνδον οὔσης ἔγχελυς Βοιωτία
μιχθεῖσα κοίλοις ἐν βυθοῖσι κακκάβης
χλιαίνετ᾽, αἴρεθ᾽, ἕψεται, παφλάζεται.
ἔπειτα πουλύπους τετμημένοςἌλεξις ἐν Ἀσκληπιοκλείδῃ ῾ib. 306':'
ἐν βατανίοισιν ἑφθός.
οὕτως δ᾽ ὀψοποιεῖν εὐφυῶςπατάνιον δὲ διὰ τοῦ 〈π〉 Ἀντιφάνης ἐν Γάμῳ ῾ib. 40':'
περὶ <τὴν> Σικελίαν αὐτὸς ἔμαθον ὥστε τοὺς
δειπνοῦντας εἰς τὰ βατάνι᾽ ἐμβάλλειν ποιῶ
ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς.
πατάνια, σεῦτλον, σίλφιον, χύτρας, λύχνους,Φιλέταιρος Οἰνοπίωνι ῾ib. 234':'
κορίαννα, κρόμμυ᾽, ἅλας, ἔλαιον, τρυβλίον.
ὁ μάγειρος οὗτος Πατανίων προσελθέτω.καὶ πάλιν:
πλείους Στρατονίκου τοὺς μαθητάς μοι δοκεῖἐν δὲ Παρασίτῳ ὁ Ἀντιφάνης καὶ τάδε εἴρηκεν ῾ib. 85':'
ἕξειν Πατανίων.
ἄλλος ἐπὶ τούτῳ μέγαςΕὔβουλος δ᾽ ἐν Ἴωνι καὶ βατάνια καὶ πατάνια λέγει ἐν τούτοις ῾ib. 177':'
ἥξει τις ἰσοτράπεζος εὐγενής—Β. τίνα
λέγεις; Α. Καρύστου θρέμμα, γηγενής, ζέων—
Β. εἶτ᾽ οὐκ ἂν εἴποις; ὕπαγε. Α. κάκκαβον λέγω:
σὺ δ᾽ ἴσως ἂν εἴποις λοπάδ᾽. Β. ἐμοὶ δὲ τοὔνομα
οἴει διαφέρειν, εἴτε κάκκαβόν τινες
χαίρουσιν ὀνομάζοντες εἴτε σίττυβον;
πλὴν ὅτι λέγεις ἀγγεῖον οἶδα.
τρυβλία δὲ καὶ βατάνια καὶ κακκάβια καὶ
λοπάδια καὶ πατάνια πυκινὰ ταρβα καὶ
οὐδ᾽ ἂν λέγων λέξαιμι.