ὦ χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς,τοιαύτη τις ἦν ἡ φιλοχρηματία παρὰ τοῖς τότε: περὶ ἧς Ἀνάχαρσις πυνθανομένου τινὸς πρὸς τί οἱ Ἕλληνες χρῶνται τῷ ἀργυρίῳ εἶπεν ‘πρὸς τὸ ἀριθμεῖν.' Διογένης δ᾽ ἐν τῇ ἑαυτοῦ Πολιτείᾳ νόμισμα εἶναι νομοθετεῖ ἀστραγάλους. καλῶς γὰρ καὶ ταῦτα ὁ Εὐριπίδης εἴρηκε ῾fr. 20 N':'
ὡς οὔτε μήτηρ ἡδονὰς τοιάσδ᾽ ἔχει,
οὐ παῖδες ἐν δόμοισιν, οὐ φίλος πατήρ,
οἵας σὺ χοἰ σὲ δώμασιν κεκτημένοι.
εἰ δ᾽ ἡ Κύπρις τοιοῦτον ὀφθαλμοῖς ὁρᾷ,
οὐ θαῦμ᾽ Ἔρωτας μυρίους αὐτὴν ἔχειν.
μὴ πλοῦτον εἴπῃς: οὐχὶ θαυμάζω θεόν,Χρύσιππος δ᾽ ἐν τῇ Εἰσαγωγῇ τῇ εἰς τὴν περὶ ἀγαθῶν καὶ κακῶν πραγματείαν νεανίσκον φησί τινα ἐκ τῆς Ἰωνίας σφόδρα πλούσιον ἐπιδημῆσαι ταῖς Ἀθήναις πορφυρίδα ἠμφιεσμένον ἔχουσαν χρυσᾶ κράσπεδα. πυνθανομένου δέ τινος αὐτοῦ ποδαπός ἐστιν ἀποκρίνασθαι ὅτι πλούσιος. μήποτε τοῦ αὐτοῦ μνημονεύει καὶ Ἄλεξις ἐν Θηβαίοις λέγων ὧδε ῾II 326 K':'
ὃν χὡ κάκιστος ῥᾳδίως ἐκτήσατο.
ἐστὶν δὲ ποδαπὸς τὸ γένος οὗτος; Β. πλούσιος:
τούτους δὲ πάντες φασὶν εὐγενεστάτους,
πένητα δ᾽ εὐπάτριδ᾽ οὐδὲ εἷς ὁρᾷ.'