οὐκ ἂν δυναίμην εἰσορῶν χαλκήλατον‘ἐπεὶ τί δεῖ βροτοῖσι᾽ κατὰ τὸν σὸν Εὐριπίδην ῾fr. 884 N',' γραμματικώτατε, ‘πλὴν δυοῖν μόνον,'
μέγαν κολοσσὸν φάκινον ἄρτον ἐσθίειν.
Δήμητρος ἀκτῆς πώματός θ᾽ ὑδρηχόου;κἀν ἄλλοις δέ φησιν ὁ σκηνικὸς οὗτος φιλόσοφος ῾fr. 885':'
ἅπερ πάρεστι καὶ πέφυχ᾽ ἡμᾶς τρέφειν.
ὧν οὐκ ἀπαρκεῖ πλησμονή: τρυφῇ γέ τοι
ἄλλων ἐδεστῶν μηχανὰς θηρεύομεν.
ἀρκεῖ μετρία βιοτά μοι σώφρονος τραπέζης,καὶ ὁ Σωκράτης δ᾽ ἔλεγεν τῶν ἄλλων ἀνθρώπων διαφέρειν καθ᾽ ὅσον οἳ μὲν ζῶσιν ἵν᾽ ἐσθίωσιν, αὐτὸς δ᾽ ἐσθίει ἵνα ζῇ. Διογένης τε πρὸς τοὺς ἐγκαλοῦντας αὐτῷ ἀποτριβομένῳ ἔλεγεν: ‘εἴθ᾽ ἠδυνάμην καὶ τὴν γαστέρα τρίψας τῆς πείνης καὶ τῆς ἐνδείας παύσασθαι.' ὁ δ᾽ Εὐριπίδης ἐν Ἱκέτισι περὶ τοῦ Καπανέως φησίν:
τὸ δ᾽ ἄκαιρον ἅπαν ... ὑπερβάλλον τε μὴ προσείμαν.
Καπανεὺς ὅδ᾽ ἐστίν: ᾧ βίος μὲν ἦν πολύς,
ἥκιστα δ᾽ ὄλβῳ γαῦρος ἦν, φρόνημα δὲ
οὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ,
ψέγων τραπέζαις εἴ τις ἐξογκοῖτ᾽ ἄγαν,
τἀρκοῦν ἐπαινῶν: οὐ γὰρ ἐν γαστρὸς βορᾷ
τὸ χρηστὸν εἶναι, μέτρια δ᾽ ἐξαρκεῖν ἔφη.