previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ποσειδώνιος δὲ ἀπὸ τῆς στοᾶς ἐν ταῖς ἱστορίαις, αἷς συνέθηκεν οὐκ ἀλλοτρίως ἧς προῄρητο φιλοσοφίας πολλὰ παρὰ πολλοῖς ἔθιμα καὶ νόμιμα ἀναγράφων FHG III 260' '‘Κελτοί, φησί, τὰς τροφὰς προτίθενται χόρτον ὑποβάλλοντες καὶ ἐπὶ τραπεζῶν ξυλίνων μικρὸν ἀπὸ τῆς γῆς ἐπηρμένων. τροφὴ δ᾽ ἐστὶν ἄρτοι μὲν ὀλίγοι, κρέα δὲ πολλὰ ἐν ὕδατι καὶ ὀπτὰ ἐπ᾽ ἀνθράκων ὀβελίσκων. προσφέρονται δὲ ταῦτα καθαρείως μέν, λεοντωδῶς δέ, ταῖς χερσὶν ἀμφοτέραις αἴροντες ὅλα μέλη καὶ ἀποδάκνοντες, ἐὰν δὲ τι δυσαπόσπαστον, μαχαιρίῳ μικρῷ παρατέμνοντες, τοῖς κολεοῖς ἐν ἰδίᾳ θήκῃ παράκειται. προσφέρονται δὲ καὶ ἰχθῦς οἵ τε παρὰ τοὺς ποταμοὺς οἰκοῦντες καὶ παρὰ τὴν ἐντὸς καὶ τὴν ἔξω θάλασσαν, καὶ τούτους δὲ ὀπτοὺς μετὰ ἁλῶν καὶ ὄξους καὶ κυμίνου: τοῦτο δὲ καὶ εἰς τὸ ποτὸν ἐμβάλλουσιν. ἐλαίῳ δ᾽ οὐ χρῶνται διὰ σπάνιν καὶ διὰ τὸ ἀσύνηθες ἀηδὲς αὐτοῖς φαίνεται. ὅταν δὲ πλείονες συνδειπνῶσι, κάθηνται μὲν ἐν κύκλῳ, μέσος δὲ κράτιστος ὡς ἂν κορυφαῖος χοροῦ, διαφέρων τῶν ἄλλων κατὰ τὴν πολεμικὴν εὐχέρειαν κατὰ γένος κατὰ πλοῦτον. δ᾽ ὑποδεχόμενος παρ᾽ αὐτόν, ἐφεξῆς δ᾽ ἑκατέρωθε κατ᾽ ἀξίαν ἧς ἔχουσιν ὑπεροχῆς. καὶ οἱ μὲν τοὺς θυρεοὺς ὁπλοφοροῦντες ἐκ τῶν ὀπίσω παρεστᾶσιν, οἱ δὲ δορυφόροι κατὰ τὴν ἀντικρὺ καθήμενοι κύκλῳ καθάπερ οἱ δεσπόται συνευωχοῦνται. τὸ δὲ ποτὸν οἱ διακονοῦντες ἐν ἀγγείοις περιφέρουσιν ἐοικόσι μὲν ἀμβίκοις, κεραμέοις ἀργυροῖς: καὶ γὰρ τοὺς πίνακας ἐφ᾽ ὧν τὰς τροφὰς προτίθενται τοιούτους ἔχουσιν: οἳ δὲ χαλκοῦς, οἳ δὲ κάνεα ξύλινα καὶ πλεκτά. τὸ δὲ πινόμενόν ἐστι παρὰ μὲν τοῖς πλουτοῦσιν οἶνος ἐξ Ἰταλίας καὶ τῆς Μασσαλιητῶν χώρας παρακομιζόμενος, ἄκρατος δ᾽ οὗτος: ἐνίοτε δὲ ὀλίγον ὕδωρ παραμίγνυται: παρὰ δὲ τοῖς ὑποδεεστέροις ζύθος πύρινον μετὰ μέλιτος ἐσκευασμένον, παρὰ δὲ τοῖς πολλοῖς καθ᾽ αὑτό: καλεῖται δὲ κόρμα. ἀπορροφοῦσι δὲ ἐκ τοῦ αὐτοῦ ποτηρίου κατὰ μικρόν, οὐ πλεῖον κυάθου: πυκνότερον δὲ τοῦτο ποιοῦσι. περιφέρει δὲ παῖς ἐπὶ τὰ δεξιὰ καὶ τὰ λαιά: οὕτως διακονοῦνται. καὶ τοὺς θεοὺς προσκυνοῦσιν ἐπὶ τὰ δεξιὰ στρεφόμενοι.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: