previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περὶ δὲ τοῦ τῶν φιδιτίων δείπνου Δικαίαρχος τάδε ἱστορεῖ ἐν τῷ ἐπιγραφομένῳ Τριπολιτικῷ FHG II 242':' ‘τὸ δεῖπνον πρῶτον μὲν ἑκάστῳ χωρὶς παρατιθέμενον καὶ πρὸς ἕτερον κοινωνίαν οὐδεμίαν ἔχον: εἶτα μᾶζαν μὲν ὅσην ἂν ἕκαστος βουλόμενος, καὶ πιεῖν πάλιν ὅταν θυμὸς ἑκάστῳ κώθων παρακείμενός ἐστιν. ὄψον δὲ ταὐτὸν ἀεί ποτε πᾶσίν ἐστιν, ὕειον κρέας ἑφθόν, ἐνίοτε δ᾽ <οὐδ᾽> οτιμενοῦν πλὴν ὄψον τι μικρὸν ἔχον σταθμὸν ὡς τέταρτον μάλιστα, καὶ παρὰ τοῦτο ἕτερον οὐδὲν πλὴν γε ἀπὸ τούτων ζωμὸς ἱκανὸς ὢν παρὰ πᾶν τὸ δεῖπνον ἅπαντας αὐτοὺς παραπέμπειν, κἂν ἄρα ἐλάα τις τυρὸς σῦκον, ἀλλὰ κἄν τι λάβωσιν ἐπιδόσιμον, ἰχθὺν λαγὼν φάτταν τι τοιοῦτον. εἶτ᾽ ὀξέως ἤδη δεδειπνηκόσιν ὕστερα περιφέρεται ταῦτα τὰ ἐπάικλα καλούμενα. συμφέρει δ᾽ ἕκαστος εἰς τὸ φιδίτιον ἀλφίτων μὲν ὡς τρία μάλιστα ἡμιμέδιμνα Ἀττικά, οἴνου δὲ χοεῖς ἕνδεκά τινας δώδεκα, παρὰ δὲ ταῦτα τυροῦ σταθμόν τινα καὶ σύκων, ἔτι δὲ εἰς ὀψωνίαν περὶ δέκα τινὰς Αἰγιναίους ὀβολούς.' Σφαῖρος δ᾽ ἐν τρίτῳ Λακωνικῆς πολιτείας γράφει FHG III 20':' ‘φέρουσι δὲ καὶ ἐπάικλα αὐτοῖς οἱ φιδίται: καὶ τῶν μὲν ἀγρευομένων ὑφ᾽ αὑτῶν ἐνίοτε οἱ πολλοί, οὐ μὴν ἀλλ᾽ οἵ γε πλούσιοι καὶ ἄρτον καὶ ὧν ἂν ὥρα ἐκ τῶν ἀγρῶν ὅσον εἰς αὐτὴν τὴν συνουσίαν, νομίζοντες καὶ τὸ πλείονα τῶν ἱκανῶν παρασκευάζειν περιττὸν εἶναι, μὴ μέλλοντά γε προσφέρεσθαι.' Μόλπις δέ φησι FHG IV 453':' ‘μετὰ δὲ τὸ δεῖπνον εἴωθεν ἀεί τι παρά τινος κομίζεσθαι, ἐνίοτε δὲ καὶ παρὰ πλειόνων, παρ᾽ αὐτοῖς κατ᾽ οἶκον ἠρτυμένη ματτύη, καλοῦσιν ἐπάικλον. τῶν δὲ κομιζομένων οὐδεὶς οὐθὲν ἀγοράσας εἴωθεν φέρειν: οὔτε γὰρ ἡδονῆς οὐδ᾽ ἀκρασίας γαστρὸς οὕνεκεν κομίζουσιν, ἀλλὰ τῆς αὑτῶν ἀρετῆς ἀπόδειξιν τῆς κατὰ τὴν θήραν ποιούμενοι. πολλοὶ δὲ καὶ ποίμνια αὐτῶν τρέφοντες ἀφθόνως μεταδιδόασι τῶν ἐκγόνων. ἐστὶ δ᾽ ματτύα φάτται, χῆνες, τρυγόνες, κίχλαι, κόσσυφοι, λαγῴ, ἄρνες, ἔριφοι. οἱ δὲ μάγειροι σημαίνουσι τοὺς ἀεί τι κομίζοντας εἰς μέσον, ἵνα πάντες εἰδῶσι τὴν τῆς θήρας φιλοπονίαν καὶ τὴν εἰς αὐτοὺς ἐκτένειαν.' Δημήτριος δ᾽ Σκήψιος ἐν τῷ α# τοῦ Τρωικοῦ διακόσμου fr. 1 Gaede' 'τὴν τῶν Καρνείων φησὶν ἑορτὴν παρὰ Λακεδαιμονίοις μίμημα εἶναι στρατιωτικῆς ἀγωγῆς. τόπους μὲν γὰρ εἶναι θ# τῷ ἀριθμῷ, σκιάδες δὲ οὗτοι καλοῦνται σκηναῖς ἔχοντες παραπλήσιόν τι: καὶ ἐννέα καθ᾽ ἕκαστον ἄνδρες δειπνοῦσι, πάντα τε ἀπὸ κηρύγματος πράσσεται, ἔχει τε ἑκάστη σκιὰς φρατρίας τρεῖς καὶ γίνεται τῶν Καρνείων ἑορτὴ ἐπὶ ἡμέρας θ#.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: