previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἄλεξις δ᾽ ἐν Συντρέχουσιν ἐπισκώπτων τὰ Ἀττικὰ δεῖπνά φησιν II 375 K':'
ἔγωγε δύο λαβεῖν μαγείρους βούλομαι
οὓς ἂν σοφωτάτους δύνωμ᾽ ἐν τῇ πόλει.
μέλλοντα δειπνίζειν γὰρ ἄνδρα Θετταλὸν
οὐκ Ἀττικηρῶς οὐδ᾽ ἀπηκριβωμένως
λιμῷ παρελθεῖν δεῖ καθ᾽ ἓν
ἕκαστον αὐτοῖς παρατιθέντα ... μεγαλείως δέ ...
εὐτράπεζοι δ᾽ εἰσὶν ὄντως οἱ Θετταλοί, καθὰ καὶ Ἔριφός φησιν ἐν Πελταστῇ οὕτως II 430 K':'
τάδ᾽ οὐ Κόρινθος οὐδὲ Λαίς, Σύρε,
οὐδ᾽ εὐτραπέζων Θετταλῶν ξένων τροφαί,
ὧν οὐκ ἄμοιρος ἥδε χεὶρ ἐγίνετο.
δὲ τοὺς εἰς Χιωνίδην ἀναφερομένους Πτωχοὺς ποιήσας τοὺς Ἀθηναίους φησίν I 5 K',' ὅταν τοῖς Διοσκούροις ἐν πρυτανείῳ ἄριστον προτιθῶνται, ἐπὶ τῶν τραπεζῶν τιθέναιτυρὸν καὶ φυστὴν δρυπεπεῖς τ᾽ ἐλάας καὶ πράσα᾽, ὑπόμνησιν ποιουμένους τῆς ἀρχαίας ἀγωγῆς. Σόλων δὲ τοῖς ἐν πρυτανείῳ σιτουμένοις μᾶζαν παρέχειν κελεύει, ἄρτον δὲ ταῖς ἑορταῖς προσπαρατιθέναι, μιμούμενος τὸν Ὅμηρον. καὶ γὰρ ἐκεῖνος τοὺς ἀριστεῖς συνάγων πρὸς τὸν Ἀγαμέμνοναφύρετο δ᾽ ἄλφιτα᾽ φησίν. Χρύσιππός τ᾽ ἐν τετάρτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς φησιν: ‘ἐν Ἀθήναις δὲ ἱστοροῦσιν οὐ πάνυ ἀρχαίων δυεῖν γινομένων δείπνων ἐν Λυκείῳ τε καὶ Ἀκαδημείᾳ, τοῦ μὲν εἰς τὴν Ἀκαδήμειαν εἰσενέγκαντος ὀψοποιοῦ λοπάδα πρὸς ἑτέραν τινὰ χρείαν τὸν κέραμον κατᾶξαι πάντα τοὺς ἱεροποιοὺς ὡς [μακρόθεν] οὐκ ἀστείας παρεισδύσεως γινομένης, δέοντος ἀπέχεσθαι τούτων <τῶν> μακρόθεν: τὸν δ᾽ ἐν τῷ Λυκείῳ κρέας [ταριχηρὸν] εἰς τάριχος διασκευάσαντα μαστιγωθῆναι ὡς παρασοφιζόμενον πονηρῶς.' Πλάτων δ᾽ ἐν β# Πολιτείας οὕτως ἑστιᾷ τοὺς αὑτοῦ νεοπολίτας, γράφων p. 372c':' ‘ἄνευ ὄψου, ἔφη, ὡς ἔοικας, ποιεῖς τοὺς ἄνδρας ἑστιωμένους. ἀληθῆ, ἦν δ᾽ ἐγώ, λέγεις: ἐπελαθόμην ὅτι καὶ ὄψον ἕξουσιν, ἅλας τε δηλονότι καὶ ἐλαίας καὶ τυρὸν καὶ βολβοὺς καὶ λάχανά γε οἷα δὴ ἐν ἀγροῖς ἑψήματα [τε] ἑψήσονται. καὶ τραγήματά που παραθήσομεν αὐτοῖς τῶν τε σύκων καὶ ἐρεβίνθων καὶ κυάμων, καὶ μύρτα καὶ φηγοὺς σποδιοῦσι πρὸς τὸ πῦρ μετρίως ὑποπίνοντες. καὶ οὕτως διάγοντες τὸν βίον ἐν εἰρήνῃ μετὰ ὑγιείας, ὡς εἰκός, γηραιοὶ τελευτῶντες ἄλλον τοιοῦτον βίον τοῖς ἐκγόνοις παραδώσουσιν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: