ἐν σαργανίσιν ἄξω ταρίχους Ποντικούς.Πλάτων Διὶ κακουμένῳ ῾ib. 613':'
ὥσθ᾽ ἅττ᾽ ἔχω ταῦτ᾽ ἐς ταρίχους ἀπολέσω.Ἀριστοφάνης Δαιταλεῦσιν ῾ib. 441':'
οὐκ αἰσχυνοῦμαι τὸν τάριχον τουτονὶΚράτης Θηρίοις ῾ib. 135':'
πλύνων ἅπασιν ὅσα σύνοιδ᾽ αὐτῷ κακά.
καὶ τῶν ῥαφάνων ἕψειν χρὴ,ἰδίως δ᾽ ἐσχημάτισται παρ᾽ Ἑρμίππῳ ἐν Ἀρτοπώλισι ῾ib. 228':'
ἰχθῦς τ᾽ ὀπτᾶν τούς τε ταρίχους,
ἡμῶν δ᾽ ἀπὸ χεῖρας ἔχεσθαι.
καὶ τάριχος πίονα.Σοφοκλῆς τ᾽ ἐν Φινεῖ ῾fr. 641 N':'
νεκρὸς τάριχος εἰσορᾶν Αἰγύπτιος.ὑποκοριστικῶς δ᾽ εἴρηκεν Ἀριστοφάνης ἐν Εἰρήνῃ ῾563':'
ἀγόρασόν τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον.καὶ Κηφισόδωρος ἐν Ὑί ῾I 802 K':'
κρεᾴδιόν τι φαῦλον ἢ ταρίχιον.Φερεκράτης ἐν Αὐτομόλοις ῾ib. 151':'
ἡ γυνὴ δ᾽ ἡμῶν ἑκάστῳ λέκιθον ἕψουσ᾽ ἢ φακῆνκαὶ Ἐπίχαρμος δ᾽ ἀρσενικῶς εἴρηκεν ῾p. 282 L' 'ὁ τάριχος. Ἡρόδοτος δ᾽ ἐν θ# οὕτως ῾c. 120':' ‘οἱ τάριχοι ἐπὶ τῷ πυρὶ κείμενοι ἐπάλλοντο καὶ ἤσπαιρον.' καὶ αἱ παροιμίαι δὲ κατὰ τὸ ἄρρεν λέγουσι:
ἀναμένει καὶ σμικρὸν ὀπτῶσ᾽ ὀρφανὸν ταρίχιον.
τάριχος ὀπτὸς εὐθὺς ἂν ἴδῃ τὸ πῦρ.Ἀττικοὶ δὲ <καὶ> οὐδετέρως λέγουσι, καὶ γίνεται ἡ γενικὴ τοῦ ταρίχους. Χιωνίδης Πτωχοῖς ῾I 5 K':'
σαπρὸς τάριχος τὴν ὀρίγανον φιλεῖ.
οὐκ ἂν πάθοι τάριχος ὧνπερ ἄξιος.
ἆρ᾽ ἂν φάγοιτ᾽ ἂν καὶ ταρίχους, ὦ θεοί;ἡ δὲ δοτικὴ ταρίχει ὡς ξίφει. Μένανδρος Ἐπιτρέπουσιν ῾V 14 M':'
ἐπὶ τῷ ταρίχει τῷδε τοίνυν κόπτετον.καὶ ἐπὶ αἰτιατικῆς ῾IV 121 M':'
ἐπέπασαὅτε δὲ ἀρσενικόν ἐστιν, ἡ γενικὴ οὐκέτι ἕξει τὸ 〈ς1〉.
ἐπὶ τὸ τάριχος ἅλας, ἐὰν οὕτω τύχῃ.