συκᾶς φυτεύω πάντα πλὴν Λακωνικῆς:μικρὸν δὲ αὐτὸ εἶπε διὰ τὸ μὴ μέγα εἶναι φυτόν. Ἄλεξις δ᾽ ἐν Ὀλυνθίῳ Φρυγίων σύκων μνημονεύων φησί ῾II 356 K':'
τοῦτο γὰρ τὸ σῦκον ἐχθρόν ἐστι καὶ τυραννικόν.
οὐ γὰρ ἦν ἂν μικρόν, εἰ μὴ μισόδημον ἦν σφόδρα.
τό τε θειοφανὲς μητρῷον ἐμοὶτῶν δὲ καλουμένων φιβάλεων σύκων πολλοὶ μὲν μέμνηνται τῶν κωμῳδιοποιῶν, ἀτὰρ καὶ Φερεκράτης ἐν Κραπατάλλοις ῾I 167 K':'
μελέδημ᾽ ἰσχάς,
Φρυγίας εὑρήματα συκῆς.
ὦ δαιμόνιε, πύρεττε μηδὲν φροντίσαςΤηλεκλείδης δ᾽ ἐν Ἀμφικτύοσι ῾I 211 K':'
καὶ τῶν φιβάλεων τρῶγε σύκων τοῦ θέρους
κἀμπιμπλάμενος κάθευδε τῆς μεσημβρίας:
κᾆτα σφακέλιζε καὶ πέπρησο καὶ βόα.
ὡς καλοὶ καὶ φιβάλεῳ.καὶ τὰς μυρρίνας δὲ φιβαλέας λέγουσιν, ὡς Ἀπολλοφάνης ἐν Κρησί ῾I 798 K':'
πρώτιστα δὲχελιδονείων δὲ σύκων μνημονεύει Ἐπιγένης ἐν Βακχίῳ ῾II 417 K':'
τῶν μυρρινῶν ἐπὶ τὴν τράπεζαν βούλομαι,
ἃς διαμασῶμ᾽ ὅταν τι βουλεύειν δέῃ,
τὰς φιβάλεως δὲ πάνυ καλὰς στεφανωτρίδας ...
εἶτ᾽ ἔρχεταιἈνδροτίων δὲ ἢ Φίλιππος ἢ Ἡγήμων ἐν τῷ Γεωργικῷ γένη συκῶν τάδε ἀναγράφει οὕτως: ‘ἐν μὲν οὖν τῷ πεδίῳ φυτεύειν χρὴ χελιδόνεων, ἐρινεών, λευκερινεών, φιβάλεων: ὀπωροβασιλίδας δὲ πανταχοῦ. ἔχει γάρ τι χρήσιμον ἕκαστον τὸ γένος. ἐπὶ δὲ τὸ πλεῖστον αἱ κόλουροι καὶ φορμύνιοι καὶ δίφοροι καὶ Μεγαρικαὶ καὶ Λακωνικαὶ συμφέρουσιν, ἐὰν ἔχωσιν ὕδωρ.'
χελιδονείων μετ᾽ ὀλίγον σκληρῶν ἁδρὸς
πινακίσκος.