τοῖς ἰχθυοπώλαις ἐστὶ ἐψηφισμένον,περισπούδαστος δὲ ἦν πολλοῖς ἡ τοῦ καράβου βρῶσις, ὡς ἔστι δεῖξαι διὰ πολλῶν τῆς κωμῳδίας μερῶν: ἀρκέσει δὲ τὰ νῦν Ἀριστοφάνης ἐν ταῖς Θεσμοφοριαζούσαις οὕτως λέγων ῾I 473 K':'
ὥς φασι, χαλκῆν Καλλιμέδοντος εἰκόνα
στῆσαι Παναθηναίοισιν ἐν τοῖς ἰχθύσιν,
ἔχουσαν ὀπτὸν κάραβον ἐν τῇ δεξιᾷ,
ὡς αὐτὸν ὄντ᾽ αὐτοῖσι τῆς τέχνης μόνον
σωτῆρα, τοὺς ἄλλους δὲ πάντας ζημίαν.
ἰχθὺς ἐωνηταί τις ἢ σηπίδιονπλατείας δὲ καρῖδας ἂν εἴη λέγων τοὺς ἀστακοὺς καλουμένους, ὧν μνημονεύει Φιλύλλιος ἐν Πόλεσι ῾I 785 fr. 13 K'.' καὶ Ἀρχέστρατος γὰρ ἐν τῷ διαβοήτῳ ποιήματι οὐδ᾽ ὅλως που κάραβον ὀνομάζων ἀστακὸν προσαγορεύει, ὥσπερ κἀν τούτοις ῾fr. 8 Ri':'
ἢ τῶν πλατειῶν καρίδων ἢ πουλύπους
ἢ νῆστις ὀπτᾶτ᾽ ἢ γαλεὸς ἢ τευθίδες;
Β. μὰ τὸν Δί᾽, οὐ δῆτ᾽. Α. οὐδὲ βατίς; Β. οὔ
φημ᾽ ἐγώ.
Α. οὐδὲ χόρι᾽ οὐδὲ πυὸς οὐδ᾽ ἧπαρ κάπρου
οὐδὲ σχαδόνες οὐδ᾽ ἠτριαῖον δέλφακος
οὐδ᾽ ἐγχέλειον οὐδὲ κάραβος; μέγ᾽ ἂν
γυναιξὶ κοπιώσαισιν ἐπεκουρήσατε.
ἀλλὰ παρεὶς λῆρον πολὺν ἀστακὸν ὠνοῦκαὶ Ἐπίχαρμος δ᾽ ἐν Ἥβας γάμῳ τὸν προειρημένον ἀστακὸν ὑπὸ τοῦ Ἀρχεστράτου δηλοῖ ὅτι κάραβός ἐστι λέγων οὕτως ῾p. 231 L':'
τὸν τὰς χεῖρας ἔχοντα μακρὰς ἄλλως τε βαρείας,
τοὺς δὲ πόδας μικρούς, βραδέως δ᾽ ἐπὶ γαῖαν ὀρούει.
εἰσὶ δὲ πλεῖστοι μὲν πάντων ἀρετῇ τε κράτιστοι
ἐν Λιπάραις: πολλοὺς δὲ καὶ Ἑλλήσποντος ἀθροίζει.
ἐντὶ δ᾽ ἀστακοὶ κολύβδαιναί τε χὢς τὰ πόδι᾽ ἔχει
μικρά, τὰς χεῖρας δὲ μακράς, κάραβος δὲ τὤνυμα.