ἐκεῖσε δ᾽ οὐ πλέωτῆς δὲ διαφορᾶς τῆς περὶ τὴν ἐκτομίδα μνημονεύει Ἵππαρχος ὁ τὴν Αἰγυπτιακὴν Ἰλιάδα συνθεὶς ἐν τούτοις:
ὅθεν διεσπάσθημεν, ἐρρῶσθαι λέγων
ἅπασιν, ἵπποις, σιλφίῳ, συνωρίσιν,
καυλῷ, κέλησι, μασπέτοις, πυρετοῖς, ὀπῷ.
ἀλλὰ λοπάς μ᾽ εὔφραιν᾽ ἢ μήτρης καλὰ πρόσωπαΣώπατρος δ᾽ ἐν μὲν Ἱππολύτῳ φησίν:
ἐκβολάδος, δέλφαξ <δ᾽> ἐν κλιβάνῳ ἡδέα ὄζων.
ἀλλ᾽ οἷα μήτρα καλλίκαρπος ἐκβολὰςἐν δὲ Φυσιολόγῳ:
δίεφθα λευκανθεῖσα τυροῦται δέμας.
μήτρας ὑείας οὐκ ἀφεψηθεὶς τόμος,ἐν δὲ Σίλφαις:
τὴν δηξίθυμον ἐντὸς ὀξάλμην ἔχων.
μήτρας ὑείας ἑφθὸν ὡς φάγῃς τόμον,
δριμεῖαν ὠθῶν πηγανῖτιν εἰς χολήν.