ἄγει δὲ παντοδαπὰ κογχύλια,
λεπάδας, ἀσπέδους, κραβύζους, κικιβάλους, τηθυνάκια,
.... βαλάνους, πορφύρας, ὄστρεια συμμεμυκότα,
τὰ διελεῖν μέν ἐστι χαλεπά, καταφαγῆμεν δ᾽
εὐμαρέα:
μύας ἀναρίτας τε κάρυκάς τε καὶ σκιφύδρια,
τὰ γλυκέα μέν ἐντ᾽ ἐπέσθειν, ἐμπαγῆμεν δ᾽ ὀξέα,
τούς τε μακρογογγύλους σωλῆνας: ἁ μέλαινά τε
κόγχος, ἅπερ κογχοθηρᾶν παισίν ἐστ᾽ ἰσωνία:
θάτεραι δὲ γάιαι κόγχοι τε κἀμαθίτιδες,
ταὶ κακοδόκιμοι τε κἠύωνοι, τὰς ἀνδροφυκτίδας
πάντες ἄνθρωποι καλέονθ᾽, ἁμὲς δὲ λεύκας τοὶ θεοί.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἑξῆς δὲ τοῖς προειρημένοις κατ᾽ ἰδίαν ἐπεισενεχθέντων ἡμῖν πολλῶν ὀστρέων καὶ τῶν ἄλλων ὀστρακοδέρμων σχεδὸν τὰ πλεῖστα αὐτῶν μνήμης ἠξιωμένα
παρ᾽ Ἐπιχάρμῳ ἐν Ἥβας Γάμῳ εὑρίσκω διὰ τούτων
῾p. 230 L':'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.