previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

φησὶ γὰρ φιλόσοφος ἐν τῷ τετάρτῳ τῆς περὶ φυτῶν ἱστορίας οὕτως 4, 2':' ‘ δὲ Μηδία χώρα καὶ Περσὶς ἄλλα τε ἔχει πλείω καὶ τὸ μῆλον τὸ Περσικὸν Μηδικὸν καλούμενον. ἔχει δὲ τὸ δένδρον τοῦτο φύλλον μὲν ὅμοιον καὶ σχεδὸν ἴσον τῷ τῆς [δάφνης] ἀνδράχλης καὶ καρύας, ἀκάνθας δ᾽ οἵας ἄπιος ὀξυάκανθος, λείας δὲ καὶ ὀξείας σφόδρα καὶ ἰσχυράς. τὸ δὲ μῆλον οὐκ ἐσθίεται μέν, εὔοσμον δὲ πάνυ καὶ αὐτὸ καὶ τὰ φύλλα τοῦ δένδρου: κἂν εἰς ἱμάτια τεθῇ τὸ μῆλον, ἄκοπα διατηρεῖ. χρήσιμον δὲ ἐπειδὰν καὶ τύχῃ τις πεπωκὼς θανάσιμον φάρμακον ῾δοθὲν γὰρ ἐν οἴνῳ διακόπτει τὴν κοιλίαν καὶ ἐξάγει τὸ φάρμακον̓ καὶ πρὸς στόματος εὐωδίαν: ἐὰν γάρ τις ἑψήσῃ ἐν ζωμῷ ἐν ἄλλῳ τινὶ τὸ εἴσω τοῦ μήλου ἐκπιέσῃ τε εἰς τὸ στόμα καὶ καταρροφήσῃ, ποιεῖ τὴν ὀσμὴν ἡδεῖαν. σπείρεται δὲ τοῦ ἦρος εἰς πρασιὰς ἐξαιρεθὲν τὸ σπέρμα διειργασμένας ἐπιμελῶς: εἶτ᾽ ἄρδεται διὰ τετάρτης πέμπτης ἡμέρας. ὅταν δὲ ἁδρὸν , διαφυτεύεται πάλιν τοῦ ἔαρος εἰς χωρίον μαλακὸν καὶ ἔφυδρον καὶ οὐ λίαν λεπτόν. φέρει δὲ τὰ μῆλα πᾶσαν ὥραν: τὰ μὲν γὰρ ἀφῄρηται, τὰ δ᾽ ἀνθεῖ, τὰ δ᾽ ἐκπέττει. τῶν δ᾽ ἀνθῶν ὅσα ἔχει καθάπερ ἠλακάτην ἐκ μέσου τινὰ ἐξέχουσαν, ταῦτά ἐστι γόνιμα: ὅσα δὲ μή, ἄγονα.' κἀν τῷ πρώτῳ δὲ τῆς αὐτῆς πραγματείας 13, 4' 'τὰ περὶ τῆς ἠλακάτης καὶ τῶν γονίμων εἴρηκεν. ἐκ τούτων ἐγὼ κινούμενος, ἑταῖροι, ὧν φησιν Θεόφραστος περὶ χρόας, περὶ ὀδμῆς, περὶ φύλλων τὸ κιτρίον [εἶναι] λέγεσθαι πεπίστευκα, καὶ μηδεὶς ὑμῶν θαυμαζέτω εἴ φησιν μὴ ἐσθίεσθαι αὐτό, ὁπότε γε καὶ μέχρι τῶν κατὰ τοὺς πάππους ἡμῶν χρόνων οὐδεὶς ἤσθιεν, ἀλλ᾽ ὥς τι μέγα κειμήλιον ἀπετίθεντο ἐν ταῖς κιβωτοῖς μετὰ τῶν ἱματίων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: