ὦ τὰ μὲν κομψοί, τὰ δὲ φαυλότεροικαὶ Θεόπομπος ἐν Θησεῖ ῾I 738 K'.' Ἀνδροτίων δ᾽ ἐν τῷ Γεωργικῷ ‘τὰς δὲ μηλέας, φησί, φαυλίας καὶ στρουθίας: οὐ γὰρ ἀπορρεῖ τὸ μῆλον ἀπὸ τοῦ μίσχου τῶν στρουθιῶν: τὰς δὲ ἠρινὰς ἢ Λακωνικὰς ἢ Σιδουντίας ἢ χνοωδίας.' ἐγὼ δ᾽, ἄνδρες φίλοι, πάντων μάλιστα τεθαύμακα τὰ <κατὰ> τὴν Ῥώμην πιπρασκόμενα μῆλα τὰ Ματιανὰ καλούμενα, ἅπερ κομίζεσθαι λέγεται ἀπό τινος κώμης ἱδρυμένης ἐπὶ τῶν πρὸς Ἀκυληίᾳ Ἄλπεων. τούτων δ᾽ οὐ πολὺ ἀπολείπεται τὰ ἐν Γάγγροις πόλει Παφλαγονικῇ. ὅτι δὲ καὶ τῶν μήλων εὑρετής ἐστι Διόνυσος μαρτυρεῖ Θεόκριτος ὁ Συρακόσιος οὑτωσί πως λέγων ῾2, 120':'
φαυλίων μήλων.
μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων,Νεοπτόλεμος δ᾽ ὁ Παριανὸς ἐν τῇ Διονυσιάδι καὶ αὐτὸς ἱστορεῖ ὡς ὑπὸ Διονύσου εὑρεθέντων τῶν μήλων, καθάπερ καὶ τῶν ἄλλων ἀκροδρύων. ‘ἐπιμηλὶς δὲ καλεῖται, φησὶ Πάμφιλος, τῶν ἀπίων τι γένος.' Ἑσπερίδων δὲ μῆλα οὕτως καλεῖσθαί τινά φησι Τιμαχίδας ἐν δ# Δείπνων. καὶ ἐν Λακεδαίμονι δὲ παρατίθεσθαι τοῖς θεοῖς φησι Πάμφιλος ταῦτα: εὔοσμα δὲ εἶναι καὶ ἄβρωτα, καλεῖσθαι δ᾽ Ἑσπερίδων μῆλα. Ἀριστοκράτης γοῦν ἐν δ# Λακωνικῶν ῾FHG IV 332':' ‘ἔτι δὲ μῆλα καὶ <μηλέας> τὰς λεγομένας ἑσπερίδας.'
κρατὶ δ᾽ ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος.