πολλὰ μὲν κυδώνια μᾶλα ποτερρίπτουν ποτὶ δίφρον ἄνακτι,καὶ Ἀλκμάν ῾fr. 143'.' ἔτι δὲ Κάνθαρος ἐν Τηρεῖ ῾I 765 K':'
πολλὰ δὲ μύρσινα φύλλα
καὶ ῥοδίνους στεφάνους ἴων τε κορωνίδας οὔλας.
κυδωνίοις μήλοισιν εἰς τὰ τιτθία.καὶ Φιλήμων δ᾽ ἐν Ἀγροίκῳ ῾II 478 K' 'τὰ κυδώνια μῆλα στρουθία καλεῖ. Φύλαρχος δ᾽ ἐν τῇ #2# τῶν ἱστοριῶν ῾FHG I 336' 'τὰ κυδώνιά φησι μῆλα τῇ εὐωδίᾳ καὶ τὰς τῶν θανασίμων φαρμάκων δυνάμεις ἀπαμβλύνειν. ‘τὸ γοῦν Φαριακὸν φάρμακον ἐμβληθέν, φησίν, εἰς ῥίσκον ἔτι ὀδωδότα ἀπὸ τῆς τῶν μήλων τούτων συνθέσεως ἐξίτηλον γενέσθαι μὴ τηρῆσαν τὴν ἰδίαν δύναμιν. κερασθὲν γοῦν καὶ δοθὲν πιεῖν τοῖς εἰς τοῦτο ἐνεδρευθεῖσιν ἀπαθεῖς αὐτοὺς διατηρῆσαι. ἐπιγνωσθῆναι δὲ τοῦτο ὕστερον ἐξ ἀνακρίσεως τοῦ τὸ φάρμακον πωλήσαντος καὶ ἐπιγνόντος τὸ γενόμενον ἐκ τῆς τῶν μήλων συνθέσεως.'