κάμνοντα δ᾽ αὐτὸν τοῦ θέρους ἰδών ποτεκαὶ Εὔβουλος ἐν Σφιγγοκαρίωνι ῾II 211 K':'
ἔτρωγ᾽, ἵνα κάμνοι, σῦκα τῆς μεσημβρίας.
νὴ τὸν Δί᾽, ἠσθένουν γάρ, ὦ βέλτιστε σύ,Νικοφῶν δ᾽ ἐν Σειρῆσιν ῾I 777 K':'
φαγοῦσα πρῴην σῦκα τῆς μεσημβρίας.
ἐὰν δέ γ᾽ ἡμῶν σῦκά τις μεσημβρίας
τραγὼν καθεύδῃ χλωρά, πυρετὸς εὐθέως
ἥκει τρέχων οὐκ ἄξιος τριωβόλου:
κᾆθ᾽ οὗτος ἐπιπεσὼν ἐμεῖν ποιεῖ χολήν.