previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῶν δὲ προδρόμων καλουμένων σύκων αὐτὸς Θεόφραστος μνημονεύει ἐν ε# φυτικῶν αἰτίων οὕτως 1, 4':' ‘τῇ συκῇ ὅταν ἀὴρ ἐπιγένηται μαλακὸς καὶ ὑγρὸς καὶ θερμός, ἐξεκαλέσατο τὴν βλάστησιν: ὅθεν καὶ οἱ πρόδρομοι.' καὶ προελθὼν τάδε λέγει 1, 8':' ‘πάλιν δὲ τοὺς προδρόμους αἳ μὲν φέρουσιν, τε Λακωνικὴ καὶ λευκομφάλιος καὶ ἕτεραι πλείους, αἳ δ᾽ οὐ φέρουσι.' Σέλευκος δ᾽ ἐν Γλώσσαις πρῳτερικήν φησι καλεῖσθαι γένος τι συκῆς, ἥτις φέρει πρώιον τὸν καρπόν. διφόρου δὲ συκῆς μνημονεύει καὶ Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις 707':'
ὑμᾶς δὲ τέως θρῖα λαβόντας
διφόρου συκῆς.
καὶ Ἀντιφάνης ἐν Σκληρίαις II 96 K':'
ἔστι γὰρ παρ᾽ αὐτὴν τὴν δίφορον συκῆν κάτω.
Θεόπομπος δὲ ἐν τῇ πεντηκοστῇ τετάρτῃ τῶν ἱστοριῶν FHG I 324' 'κατὰ τὴν Φιλίππου φησὶν ἀρχὴν περὶ τὴν Βισαλτίαν καὶ Ἀμφίπολιν καὶ Γραστωνίαν τῆς Μακεδονίας ἔαρος μεσοῦντος τὰς μὲν συκᾶς σῦκα, τὰς δ᾽ ἀμπέλους βότρυς, τὰς δ᾽ ἐλαίας ἐν χρόνῳ βρύειν εἰκὸς ἦν αὐτὰς ἐλαίας ἐνεγκεῖν, καὶ εὐτυχῆσαι πάντα Φίλιππον. ἐν δὲ τῷ δευτέρῳ περὶ φυτῶν Θεόφραστος καὶ τὸν ἐρινεὸν εἶναί φησι δίφορον: οἳ δὲ καὶ τρίφορον, ὥσπερ ἐν Κέῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: