previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

λευκερινεὼς δέ τι εἶδός ἐστι συκῆς, καὶ ἴσως αὕτη ἐστὶν τὰ λευκὰ σῦκα φέρουσα. μνημονεύει δ᾽ αὐτῆς Ἕρμιππος ἐν Ἰάμβοις οὕτως I 246 K':'
τὰς λευκερινεὼς δὲ χωρὶς ἰσχάδας.
τῶν δ᾽ ἐρινῶν σύκων Εὐριπίδης ἐν Σκίρωνι fr. 680 N':'
προσπηγνύναι
κράδαις ἐριναῖς.
καὶ Ἐπίχαρμος ἐν Σφιγγί p. 252 L':'
ἀλλ᾽ οὐχ ὅμοιά γ᾽ ἐρινοῖς οὐδαμῶς.
Σοφοκλῆς δ᾽ ἐν Ἑλένης Γάμῳ τροπικῶς τῷ τοῦ δένδρου ὀνόματι τὸν καρπὸν ἐκάλεσεν εἰπών fr. 183 N':'
πέπων ἐρινὸς ... ἀχρεῖος ὢν
ἐς βρῶσιν ἄλλους ἐξερινάζεις λόγῳ.
πέπων δ᾽ ἐρινὸς εἴρηκεν ἀντὶ τοῦ πέπον ἐρινόν. καὶ Ἄλεξις ἐν Λέβητι II 343 K':'
καὶ τί δεῖ
λέγειν ἔθ᾽ ἡμᾶς τοὺς τὰ σῦχ᾽ ἑκάστοτε
ἐν τοῖς συρίχοις πωλοῦντας; οἳ κάτωθε μὲν
τὰ σκληρὰ καὶ μοχθηρὰ τῶν σύκων ἀεὶ
τιθέασιν, ἐπιπολῆς δὲ πέπονα καὶ καλά.
εἶθ᾽ μὲν ἔδωκεν ὡς τοιαῦτ᾽ ὠνούμενος
τιμήν, δ᾽ ἐγκάψας τὸ κέρμ᾽ εἰς τὴν γνάθον
ἐρίν᾽ ἀπέδοτο σῦκα πωλεῖν ὀμνύων.
τὸ δὲ δένδρον ἀγρία συκῆ, ἐξ ἧς τὰ ἐρινά, ἐρινὸς κατὰ τὸ ἄρρεν λέγεται. Στράττις Τρωίλῳ I 723 K':'
ἐρινὸν οὖν τιν᾽ αὐτῆς πλησίον
νενόηκας ὄντα;
καὶ Ὅμηρος:

τῷ δ᾽ ἐν ἐρινεός ἐστι μέγας φύλλοισι τεθηλώς.

Ἀμερίας δ᾽ ἐρινάδας καλεῖσθαι τοὺς ὀλόνθους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (1 total)
  • Cross-references from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: