θρίδακος ἀπολελεμμένας τὸν καυλόν.θριδακινίδας δ᾽ εἴρηκε Στράττις ῾I 730 K':'
πρασοκουρίδες, αἳ καταφύλλουςΘεόφραστος δέ φησι ῾h. pl. 7, 4, 5':' ‘τῆς θριδακίνης ἡ λευκὴ γλυκυτέρα καὶ ἁπαλωτέρα. γένη δ᾽ αὐτῆς τρία, τὸ πλατύκαυλον καὶ στρογγυλόκαυλον καὶ τρίτον τὸ Λακωνικόν. αὕτη δ᾽ ἔχει τὸ μὲν φύλλον σκολυμῶδες, ὀρθὴ δὲ καὶ εὐαυξὴς <καὶ> ἀπαράβλαστός ἐστιν ἐκ τοῦ καυλοῦ. τῶν δὲ πλατειῶν οὕτω τινὲς γίνονται πλατύκαυλοι ὥστ᾽ ἐνίους καὶ θύραις χρῆσθαι κηπουρικαῖς.' τῶν δὲ καυλῶν φησι ῾7, 2, 4' 'κολουσθέντων ἡδίους τοὺς παλιμβλαστεῖς εἶναι.
ἀνὰ κήπους πεντήκοντα ποδῶν
ἴχνεσι βαίνετ᾽, ἐφαπτόμεναι
ποδοῖν σατυριδίων
μακροκέρκων, χοροὺς
ἑλίσσουσαι παρ᾽ ὠκίμων
πέταλα καὶ θριδακινίδων
εὐόσμων τε σελίνων.