Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ΠΡΟΠΟΜΑ. τούτου, φησί, περιενεχθέντος ὁ
τῶν δείπνων ταμίας Οὐλπιανὸς ἔφη, εἰ κεῖται παρά
τινι τὸ πρόπομα οὕτω καλούμενον ὡς νῦν ἡμεῖς φαμεν. καὶ ζητούντων πάντων ‘αὐτός, ἔφη, ἐγὼ ἐρῶ.
Φύλαρχος ὁ Ἀθηναῖος ἢ Ναυκρατίτης ἐν οἷς ὁ λόγος ἐστὶν αὐτῷ περὶ Ζηλᾶ τοῦ Βιθυνῶν βασιλέως,
ὃς ἐπὶ ξένια καλέσας τοὺς τῶν Γαλατῶν ἡγεμόνας ἐπιβουλεύσας αὐτοῖς καὶ αὐτὸς διεφθάρη, φησὶν οὕτως,
εἰ μνήμης εὐτυχῶ ῾FHG I 341':' ‘πρόπομά τι πρὸ τοῦ
δείπνου περιεφέρετο, καθὼς εἰώθει τὸ πρῶτον.' καὶ
ταῦτ᾽ εἰπὼν ὁ Οὐλπιανὸς ᾔτει πιεῖν [ἐν] ψυκτῆρι,
ἀρέσκειν ἑαυτὸν φάσκων διὰ τὸ ἑτοίμως ἀπεμνημονευκέναι. ἦν δὲ τῶν ἐν τοῖς προπόμασι, φησί, παρασκευαζομένων ἄλλα τε καὶ δὴ καὶ ταῦτα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.