ταῖς ῥαφανῖσι δοκεῖ, τοῖς δ᾽ ἄλλοις οὐ λαχάνοισιν.Εὔπολις ῾I 342 K':'
ῥαφανίδες ἄπλυτοι, σηπίαι.ὅτι δὲ τὸ ἄπλυτοι ἐπὶ τῶν ῥαφανίδων ἀκούειν δεῖ, οὐκ ἐπὶ τῶν σηπιῶν, δηλοῖ Ἀντιφάνης γράφων ῾II 124 K':'
νήττας, σχαδόνας, κάρυ᾽ ἐντραγεῖν, ᾤ᾽, ἐγκρίδας,ἰδίως δ᾽ οὕτως ἐκαλοῦντο ἄπλυτοι ῥαφανίδες, ἃς καὶ Θασίας ὠνόμαζον. Φερεκράτης ῾I 198 K':'
ῥαφανῖδας ἀπλύτους, γογγυλίδας, χόνδρον, μέλι.
ῥαφανίς τ᾽ ἄπλυτος ὑπάρχειὑποκοριστικῶς δ᾽ εἴρηκε Πλάτων ἐν Ὑπερβόλῳ ῾I 645 K':' ‘φύλλιον ἢ ῥαφανίδιον.' Θεόφραστος δ᾽ ἐν τοῖς περὶ φυτῶν ῾7, 4, 2' 'γένη ῥαφανίδων φησὶν εἶναι πέντε, Κορινθίαν, Λειοθασίαν, Κλεωναίαν, Ἀμωρέαν, Βοιωτίαν. καλεῖσθαι δὲ ὑπό τινων τὴν Λειοθασίαν Θρᾳκίαν: γλυκυτάτην δ᾽ εἶναι τὴν Βοιωτίαν καὶ τῷ σχήματι στρογγύλην. ἁπλῶς δέ, φησίν, ὧν ἐστι λεῖα τὰ φύλλα, γλυκύτεραί εἰσι.' Καλλίας δ᾽ ῾I 698 K' 'ἐπὶ τῆς ῥαφανίδος εἴρηκε τὴν ῥάφανον. περὶ γοῦν τῆς ἀρχαιότητος τῆς κωμῳδίας διεξιών φησιν:
καὶ θερμὰ λουτρὰ καὶ ταρίχη πνικτὰ καὶ κάρυα.
... ἔτνος, πῦρ, γογγυλίδες, ῥάφανοι, δρυπεπεῖς,ὅτι δ᾽ οὕτω τὰς ῥαφανῖδας εἴρηκε δῆλον Ἀριστοφάνης ποιεῖ περὶ τῆς τοιαύτης ἀρχαιότητος ἐν Δαναίσι γράφων καὶ αὐτὸς καὶ λέγων ῾I 456 K':'
ἐλατῆρες.
ὁ χορὸς δ᾽ ὠρχεῖτ᾽ ἂν ἐναψάμενος δάπιδας καὶεὐτελὲς δὲ σφόδρα ἔδεσμα ἡ ῥαφανίς. Ἄμφις ῾II 243 K':'
στρωματόδεσμα,
διαμασχαλίσας αὑτὸν σχελίσιν καὶ φύσκαις καὶ
ῥαφανῖσιν.
ὅστις ἀγοράζων ὄψον . . . . .
ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν
ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι, μαίνεται.