previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΕΛΑΑΙ. Εὔπολις I 342 K':' ‘σηπίαι δρυπεπεῖς τ᾽ ἐλᾶαι.' ταύτας Ῥωμαῖοι δρύππας λέγουσι. Δίφιλος δέ φησιν Σίφνιος τὰς ἐλάας ὀλιγοτρόφους εἶναι καὶ κεφαλαλγεῖς, τὰς δὲ μελαίνας καὶ κακοστομαχωτέρας καὶ βαρύνειν τὴν κεφαλήν, τὰς δὲ κολυμβάδας καλουμένας εὐστομαχωτέρας εἶναι καὶ κοιλίας στατικάς, τὰς δὲ θλαστὰς μελαίνας εὐστομαχωτέρας εἶναι. μνημονεύει τῶν θλαστῶν ἐλαιῶν Ἀριστοφάνης I 493 K':' ‘θλαστὰς ποιεῖν ἐλαίας.' πάλιν:
οὐ ταὐτόν ἐστιν ἁλμάδες καὶ στέμφυλα.
καὶ μετ᾽ ὀλίγα:
θλαστὰς γὰρ εἶναι κρεῖσσόν ἐστιν ἁλμάδος.
Ἀρχέστρατος ἐν τῇ Γαστρονομίᾳ fr. 6 Ri':'
ῥυσαὶ <καὶ> δρυπεπεῖς παρακείσθωσάν σοι ἐλαῖαι. —
ὥστε Μαραθῶνος τὸ λοιπὸν ἐπ᾽ ἀγαθῷ μεμνημένοι
πάντες ἐμβάλλουσιν ἀεὶ μάραθον ἐς τὰς ἁλμάδας,
φησὶν Ἕρμιππος I 249 K'.' Φιλήμων φησίν: ‘πιτυρίδες καλοῦνται αἱ φαυλίαι ἐλᾶαι, στεμφυλίδες δὲ αἱ μέλαιναι,' Καλλίμαχος δ᾽ ἐν τῇ Ἑκάλῃ γένη ἐλαῶν καταλέγει fr. 50 Schn':'
γεργέριμον πίτυρίν τε <καὶ ἣν ἀπεθήκατο λευκὴν
εἰν ἁλὶ νήχεσθαι φθινοπωρίδα>.
ἔλεγον δὲ τὰς δρυπεπεῖς ἐλάας καὶ ἰσχάδας καὶ γεργερίμους, ὥς φησι Δίδυμος p. 75 Schm'.' καὶ χωρὶς δὲ τοῦ φάσκειν ἐλάας αὐτὸ καθ᾽ ἑαυτὸ ἔλεγον μόνον δρυπεπεῖς. Τηλεκλείδης I 218 K':'
... ξυγγενέσθαι διὰ χρόνου λιπαρείτω με
δρυπεπέσι, μάζαις καὶ διασκανδικίσαι.
Ἀθηναῖοι δὲ τὰς τετριμμένας ἐλαίας στέμφυλα ἐκάλουν, βρύτεα δὲ τὰ ὑφ᾽ ἡμῶν στέμφυλα, τὰ ἐκπιέσματα τῆς σταφυλῆς. παρὰ δὲ τοὺς βότρυς γέγονεν φωνή.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: