γαυριῶσαι δ᾽ ἀναμένουσιν ὧδ᾽ ἐπηγλαισμέναιδυσχεραίνει ὁ παρὰ τῷ σοφιστῇ Οὐλπιανὸς καὶ λέγει: ‘τήμερον ἐγὼ ‘πράγματα ἕξω ἐξ ἀπραξίας.' πόθεν γὰρ τούτῳ ὁ τρίπους; εἰ μὴ τὴν Διογένους βακτηρίαν σὺν καὶ τὼ πόδε ἀριθμῶν οὗτος τρίποδα προσηγόρευσε, πάντων τραπέζας καλούντων τὰς παραθέσεις ταύτας.' ὅτι Ἡσίοδος ἐν Κήυκος γάμῳ ῾fr. 177 Rz'—᾽κἂν γὰρ γραμματικῶν παῖδες ἀποξενῶσι τοῦ ποιητοῦ τὰ ἔπη ταῦτα, ἀλλ᾽ ἐμοὶ δοκεῖ ἀρχαῖα εἶναι—τρίποδας τὰς τραπέζας φησί. καὶ Ξενοφῶν δ᾽ ὁ μουσικώτατος ἐν ζ# Ἀναβάσεως γράφει ῾c. 3, 21':' ‘τρίποδες εἰσηνέχθησαν πᾶσιν: οὗτοι δὲ ὅσον εἴκοσι κρεῶν μεστοὶ νενεμημένων.' καὶ ἐπάγει: ‘μάλιστα δ᾽ αἱ τράπεζαι κατὰ τοὺς ξένους ἀεὶ ἐτίθεντο.' Ἀντιφάνης ῾II 127 K':'
μείρακες φαιδραὶ τράπεζαι τρισκελεῖς σφενδάμνιναι.
εἰπόντος τινὸς κυνικοῦ τρίποδα τὴν τράπεζαν
ἐπεὶ δ᾽ ὁ τρίπους ἤρθη κατὰ χειρῶν τ᾽ εἴχομεν.Εὔβουλος ῾II 208 K' '
τρίποδες οὗτοι πέντε σοιἘπίχαρμος ῾p. 262 L':'
καὶ πέντε—Β. πεντηκοστολόγος γενήσομαι.
τί δὲ τόδ᾽ ἐστί; Β. δηλαδὴ τρίπους. Α. τί μὰνἈριστοφάνης ῾I 526 K':'
ἔχει πόδας
τέτορας; οὔκ ἐστιν τρίπους, ἀλλ᾽ <ἐστὶν> οἶμαι
τετράπους.
Β. ἐστὶ δ᾽ ὄνομ᾽ αὐτῷ τρίπους, τέτοράς γε μὰν
ἔχει πόδας.
Α. Οἰδίπους τοίνυν ποτ᾽ ἦν, αἴνιγμά τοι νοεῖς.
τράπεζαν ἡμῖν <εἴς>φερε
τρεῖς πόδας ἔχουσαν, τέσσαρας δὲ μὴ 'χέτω.
Β. καὶ πόθεν ἐγὼ τρίπουν τράπεζαν λήψομαι;