οὐκ εἴων με οἱ λόγοι, οὓς ἀπεμνημόνευσας, ὄντεςποικίλοι ὕπνῳ διδόναι σχολήν.
οὐκ ἀπὸ σκοποῦ τοξεύειν.ὅτι τὸν οἶνον ὁ Κολοφώνιος Νίκανδρος ὠνομάσθαι φησὶν ἀπὸ Οἰνέως ῾fr. 86 Sch':'
Οἰνεὺς δ᾽ ἐν κοίλοισιν ἀποθλίψας δεπάεσσινφησὶ δὲ καὶ Μελανιππίδης ὁ Μήλιος ῾III 591 B4':'
οἶνον ἔκλησε.
ἐπώνυμον, δέσποτ᾽, οἶνον Οἰνέως.Ἑκαταῖος δ᾽ ὁ Μιλήσιος τὴν ἄμπελον ἐν Αἰτωλίᾳ λέγων εὑρεθῆναί φησι καὶ τάδε ῾FHG I 26':' ‘Ὀρεσθεὺς ὁ Δευκαλίωνος ἦλθεν εἰς Αἰτωλίαν ἐπὶ βασιλείᾳ, καὶ κύων αὐτοῦ στέλεχος ἔτεκε: καὶ ὃς ἐκέλευσεν αὐτὸ κατορυχθῆναι, καὶ ἐξ αὐτοῦ ἔφυ ἄμπελος πολυστάφυλος, διὸ καὶ τὸν αὑτοῦ παῖδα Φύτιον ἐκάλεσε. τούτου δ᾽ Οἰνεὺς ἐγένετο κληθεὶς ἀπὸ τῶν ἀμπέλων.' οἱ γὰρ παλαιοί, φησίν, Ἕλληνες οἴνας ἐκάλουν τὰς ἀμπέλους. ‘Οἰνέως δ᾽ ἐγένετο Αἰτωλός.' Πλάτων δ᾽ ἐν Κρατύλῳ ῾p. 406 c' 'ἐτυμολογῶν τὸν οἶνον οἰόνουν αὐτόν φησιν εἶναι διὰ τὸ οἰήσεως ἡμῶν τὸν νοῦν ἐμπιπλᾶν. ἢ τάχα ἀπὸ τῆς ὀνήσεως κέκληται: παρετυμολογῶν γὰρ Ὅμηρος τὴν φωνὴν ὧδέ πώς φησιν ῾Z 260':'
ἔπειτα δὲ καὐτὸς ὀνήσεαι, αἴ κε πίῃσθα.καὶ γὰρ τὰ βρώματα ὀνείατα καλεῖν εἴωθεν ἀπὸ τοῦ ὀνίσκειν ἡμᾶς.