ἡδὺ .. ἐστ᾽ ἐν δαιτὶ καὶ εἰλαπίνῃ τεθαλυίῃἩσίοδος ἐν τῇ Μελαμποδίᾳ φησίν ῾fr. 192 Rz'.'
τέρπεσθαι μύθοισιν, ἐπὴν δαιτὸς κορέσωνται,
οὔ τινι ὑμῶν ἐπῆλθε περὶ ὕδατος εἰπεῖν τι .....ἀφ᾽ ὧν καὶ ὁ οἶνος ἀφύεται, καίτοι Πινδάρου τοῦ μεγαλοφωνοτάτου ἄριστον πάντων εἶναι τὸ ὕδωρ φήσαντος ῾ol. 1, 1'.' Ὅμηρος μὲν οὖν ὁ θειότατος καὶ τροφιμώτατον αὐτὸ οἶδεν ἐν οἷς ῾Od. 17.208' '‘αἰγείρων ὑδατοτρεφέων᾽ ἄλσος λέγει. ἐπαινεῖ δὲ καὶ τὸ διαυγὲς αὐτοῦ ῾Od. 5.70':' ‘κρῆναι πίσυρες ῥέον ὕδατι λευκῷ.' τὸ δὲ δὴ κοῦφον καὶ πλείονος τιμῆς ἄξιον ἱμερτὸν καλεῖ: ἱμερτὸν οὖν φησι τὸν Τιταρήσιον, ὃς τῷ ‘Πηνειῷ συμμίσγεται ῾Il. 2.753'.' καὶ τοῦ ῥυπτικοῦ δὲ ὕδατος μέμνηται: ὃ ἀποδεχόμενος καὶ Πραξαγόρας ὁ Κῷος ... καλὸν εἶναι λέγει:
διαστέλλει δὲ καὶ γλυκὺ ὕδωρ ἀπὸ πλατέος, τὸν μὲν Ἑλλήσποντον εἶναι λέγων πλατύν ῾Il. 7.26',' ὑπὲρ δὲ θατέρου φράζων ῾Od. 12.305' '‘στήσαμεν νῆας ἀγχοῦ ὕδατος γλυκεροῖο.'καλὸν ὑπεκπρορέει μάλα περ ῥυπόωντα καθῆραι.