previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΒΡΕΝΘΕΙΟΥ δὲ μύρου μνημονεύει Φερεκράτης ἐν Λήροις οὕτως ib. 173':'
ἔστην δὲ κἀκέλευονἐγχέασθε νῷν
βρένθειον, ἵνα τοῖς εἰσιοῦσιν ἐγχέῃ.'
ΒΑΣΙΛΕΙΟΥ δὲ μύρου μνημονεύει Κράτης ἐν Γείτοσιν λέγων οὕτως ib. 131':'
γλυκύτατον δ᾽ ὦζε βασιλείου μύρου.
Σαπφὼ δ᾽ ὁμοῦ μέμνηται τοῦ τε βασιλείου καὶ τοῦ βρενθείου, λέγουσα οὕτως fr. 49':'
βρενθείω βασιληίω.
ΨΑΓΔΗΣ Ἀριστοφάνης ἐν Δαιταλεῦσιν I 443 K':'
φέρ᾽ ἴδω, τί σοι δῶ τῶν μύρων: ψάγδαν φιλεῖς;
Εὔπολις δ᾽ ἐν Μαρικᾷ ib. 312':'
ψάγδαν ἐρυγγάνοντα.
Εὔβουλος δ᾽ ἐν Στεφανοπώλισιν II 199 K':'
Αἰγυπτίῳ ψάγδανι τρὶς λελουμένη.
Πολέμων δ᾽ ἐν τοῖς πρὸς Ἀδαῖον fr. 64 Pr' 'παρὰ Ἠλείοις φησὶ μύρον τι ΠΛΑΓΓΟΝΙΟΝ καλεῖσθαι, εὑρεθὲν ὑπό τινος Πλαγγόνος. ὁμοίως ἱστορεῖ καὶ Σωσίβιος ἐν Ὁμοιότησιν FHG II 630'.' ὡς καὶ τὸ ΜΕΓΑΛ- ΛΕΙΟΝ: ὠνομάσθη γὰρ καὶ τοῦτο ἀπὸ Μεγάλλου τοῦ Σικελιώτου: οἳ δ᾽ Ἀθηναῖόν φασιν εἶναι τὸν Μέγαλλον. μνημονεύει δ᾽ αὐτοῦ Ἀριστοφάνης ἐν Τελμησσεῦσι I 527 K' 'καὶ Φερεκράτης ἐν Πετάλῃ ib. 186',' Στράττις δ᾽ ἐν Μηδείᾳ οὕτως ib. 720':'
καὶ λέγ᾽, ὅτι φέρεις αὐτῇ μύρον
τοιοῦτον οἷον οὐ Μέγαλλος πώποτε
ἥψησεν οὐδὲ Δεινίας ᾁγύπτιος
οὔτ᾽ εἶδεν οὔτ᾽ ἐκτήσατο.
τοῦ μεγαλλείου δὲ μύρου μνημονεύει καὶ Ἄμφις ἐν Ὀδυσσεῖ διὰ τούτων II 243 K':'
ἐρίοισι τοὺς τοίχους κύκλῳ Μιλησίοις,
ἔπειτ᾽ ἀλείφειν τῷ μεγαλλείῳ μύρῳ
καὶ τὴν βασιλικὴν θυμιᾶτε μίνδακα.
Β. ἀκήκοας σύ, δέσποτ᾽, ἤδη πώποτε
τὸ θυμίαμα τοῦτο;
Ἀναξανδρίδης Τηρεῖ ib. 156':'
ἀλλ᾽ οἷα νύμφη βασιλὶς ὠνομασμένη
μύροις μεγαλλείοις <τὸ> σῶμ᾽ ἀλείφεται.
ΝΑΡΔΙΝΟΥ δὲ μύρου μέμνηται Μένανδρος ἐν Κεκρυφάλῳ οὕτως III 78 K':'
ἡδὺ τὸ μύρον, παιδίον. Β. ἡδύ: πῶς γὰρ οὔ;
νάρδινον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: