previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐκάλουν δὲ καὶ κατακτούς τινας κοττάβους. ἐστὶν δὲ λυχνία ἀναγόμενα πάλιν τε συμπίπτοντα.
Εὔβουλος Βελλεροφόντῃ II 171 K':'
τίς ἂν λάβοιτο τοῦ σκέλους κάτωθέ μου;
ἄνω γὰρ ὥσπερ κοττάβειον αἴρομαι.
Ἀντιφάνης δ᾽ ἐν Ἀφροδίτης Γοναῖς ib. 33':'
τονδὶ λέγω, σὺ δ᾽ οὐ συνιεῖς; κότταβος
τὸ λυχνίον ἐστί. πρόσεχε τὸν νοῦν: ᾠὰ μὲν
......... πέντε νικητήριον.
Β. περὶ τοῦ; γελοῖον. κοτταβιεῖτε τίνα τρόπον;
Α. ἐγὼ διδάξω καθ᾽ ἕν: ὃς ἂν τὸν κότταβον
ἀφεὶς ἐπὶ τὴν πλάστιγγα <ποιήσῃ πεσεῖν
Β. πλάστιγγα> ποίαν; τοῦτο τοὐπικείμενον
ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις;
Α. τοῦτ᾽ ἐστὶ πλάστιγξοὗτος κρατῶν γίγνεται.
Β. πῶς δ᾽ εἴσεταί τις τοῦτ᾽; Α. ἐὰν θίγῃ μόνον
αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος
ἔσται πάνυ πολύς. Β. πρὸς θεῶν, τῷ κοττάβῳ
πρόσεστι καὶ Μάνης τις ὥσπερ οἰκέτης;
καὶ μετ᾽ ὀλίγα:
δεῖ λαβὼν τὸ ποτήριον δεῖξον νόμῳ.
Α. αὐλητικῶς δεῖ καρκινοῦν τοὺς δακτύλους
οἶνόν τε μικρὸν ἐγχέαι καὶ μὴ πολύν:
ἔπειτ᾽ ἀφήσεις. Β. τίνα τρόπον; Α. δεῦρο βλέπε;
τοιουτονί. Β. Πόσειδον, ὡς ὑψοῦ σφόδρα.
Α. οὕτω ποιήσεις. Β. ἀλλ᾽ ἐγὼ μὲν σφενδόνῃ
οὐκ ἂν ἐφικοίμην αὐτόσ᾽. Α. ἀλλὰ μάνθανε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: