previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

στεφανωματικὰ δὲ ἄνθη καταλέγει Θεόφραστος τάδε h. pl. 6, 6, 11':' ‘ἴον, Διὸς ἄνθος, ἴφυον, φλόγα, ἡμεροκαλλές. πρῶτόν τε τῶν ἀνθέων ἐκφαίνεσθαί φησιν ib. c. 8, 1' 'τὸ λευκόιον, ἅμα δὲ αὐτῷ καὶ τὸ φλόγινον καλούμενον τὸ ἄγριον, ἔπειτα νάρκισσον καὶ λείριον καὶ τῶν ἀγρίων ἀνεμώνης γένος τὸ καλούμενον ὄρειον καὶ τὸ τοῦ βολβοῦ κώδυον. συμπλέκουσι γὰρ καὶ τοῦτ᾽ ἔνιοι εἰς τοὺς στεφάνους. ἐπὶ τούτοις τε οἰνάνθη καὶ τὸ μέλαν ἴον καὶ τῶν ἀγρίων τε ἑλίχρυσος καὶ τῆς ἀνεμώνης λειμωνία καλουμένη καὶ ξίφιον καὶ ὑάκινθος. τὸ δὲ ῥόδον ὑστερεῖ τούτων καὶ τελευταῖον μὲν φαίνεται, πρῶτον δὲ παύεται. τὰ δὲ θερινὰ μᾶλλον, τε λυχνὶς καὶ τὸ Διὸς ἄνθος καὶ τὸ κρίνον καὶ τὸ ἴφυον καὶ ἀμάρακος <> Φρύγιος, ἔτι δὲ πόθος καλούμενος.' ἐν δὲ τῷ θ# αὐτὸς Θεόφραστός φησιν c. 19, 3':' ‘ἐάν τις τοῦ ΕΛΙΧΡΥΣΟΥ τῷ ἄνθει στεφανῶται, εὔκλειαν ἴσχει μύρῳ ῥαίνων.' μνημονεύει αὐτοῦ Ἀλκμὰν ἐν τούτοις fr. 16 B4':'
καὶ τὶν εὔχομαι φέροισα
τόνδ᾽ ἑλιχρύσω πυλεῶνα
κἠράτω κυπαίρω.
καὶ Ἴβυκος fr. 6':'
μύρτα τε καὶ ἴα καὶ ἑλίχρυσος,
μᾶλά τε καὶ ῥόδα καὶ τέρεινα δάφνα.
Κρατῖνος δὲ ἐν Μαλθακοῖς φησιν I 43 K':'
ἑρπύλλῳ, κρόκοις, ὑακίνθοις, ἑλιχρύσου κλάδοις.
ἐστὶ δὲ τὸ ἄνθος ὅμοιον λωτῷ. Θεμισταγόρας δ᾽ Ἐφέσιος ἐν τῇ ἐπιγραφομένῃ Χρυσέῃ Βύβλῳ ἀπὸ τῆς πρώτης δρεψαμένης νύμφης Ἑλιχρύσης ὄνομα τὸ ἄνθος ὀνομασθῆναι. τὰ δὲ κρίνα φησὶν Θεόφραστος h. pl. 6, 6, 3' 'εἶναι καὶ πορφυρανθῆ.
Φιλῖνος δὲ τὸ ΚΡΙΝΟΝ ὑφ᾽ ὧν μὲν λείριον, ὑφ᾽
ὧν δὲ ἴον καλεῖσθαι. Κορίνθιοι δ᾽ αὐτὸ ἀμβροσίαν καλοῦσιν, ὥς φησι Νίκανδρος ἐν Γλώσσαις fr. 126 Schn'.'
Διοκλῆς δ᾽ ἐν τῷ περὶ Θανασίμων Φαρμάκων
ΑΜΑΡΑΚΟΝ, φησίν, ὃν σάμψουχόν τινες καλοῦσιν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: