οὐκ ἐθέλω, Φιλόθηρε, κατὰ πτόλιν, ἀλλὰ παρ᾽ Ἥρῃἐν τούτοις γὰρ ἀμφιβόλως εἰρηκὼς ὁ Νικαίνετος πότερον στρωμνῆς ἕνεκεν ἢ στεφανώσεως ἀρκεῖται τῇ λύγῳ, τῷ [δὲ] λέγειν αὐτὴν τῶν Καρῶν ἀρχαῖον στέφος πρόδηλον καθίστησι τὸ ζητούμενον. συνέβη δὲ τὴν τῆς λύγου στεφάνωσιν καὶ μέχρι τῶν κατὰ Πολυκράτην χρόνων, ὡς ἄν τις εἰκάσειε, τῇ νήσῳ συνηθεστέραν ὑπάρχειν. ὁ γοῦν Ἀνακρέων φησίν ῾cf. p. 671f':'
δαίνυσθαι ζεφύρου πνεύμασι τερπόμενος.
ἀρκεῖ μοι λιτὴ μὲν ὑπὸ πλευροῖσι χαμευνάς,
ἐγγύθι πὰρ προμάλου δέμνιον ἐνδαπίης,
καὶ λύγος, ἀρχαῖον Καρῶν στέφος. ἀλλὰ φερέσθω
οἶνος καὶ Μουσῶν ἡ χαρίεσσα λύρη,
θυμῆρες πίνοντες ὅπως Διὸς εὐκλέα νύμφην
μέλπωμεν, νήσου δεσπότιν ἡμετέρης.
Μεγίστης ὁ φιλόφρων δέκα δὴ μῆνες ἐπειδὴ
στεφανοῦταί τε λύγῳ καὶ τρύγα πίνει μελιηδέα.'