κοινωνεῖ γὰρ, ὦ μειρακίδιον,τὴν δὲ συναυλίαν τί ποτ᾽ ἐστὶν ἐμφανίζει. Σῆμος ὁ Δήλιος ἐν ε# Δηλιάδος γράφων οὕτως ῾FHG IV 494':' ‘ἀγνοουμένης δὲ παρὰ πολλοῖς τῆς συναυλίας, λεκτέον. ἦν τις ἀγὼν συμφωνίας ἀμοιβαῖος αὐλοῦ καὶ ῥυθμοῦ, χωρὶς [λόγου] τοῦ προσμελῳδοῦντος.' ἀστείως δὲ αὐτὴν Ἀντιφάνης φανερὰν ποιεῖ ἐν τῷ Αὐλητῇ λέγων ῾II 29 K':'
ἡ 'ν τοῖσιν αὐλοῖς μουσικὴ κἀν τῇ λύρᾳ
τοῖς ἡμετέροισι παιγνίοις. ὅταν γὰρ εὖ
συναρμόσωσι τοῖς συνοῦσι τὸν τρόπον,
τόθ᾽ ἡ μεγίστη τέρψις ἐξευρίσκεται.
ποίαν, φράσον γάρ, ηδε τὴν συναυλίαν‘Λίβυν δὲ τὸν αὐλὸν προσαγορεύουσιν οἱ ποιηταί,' φησὶ Δοῦρις ἐν β# τῶν περὶ Ἀγαθοκλέα ῾FHG II 478',' ‘ἐπειδὴ Σειρίτης δοκεῖ πρῶτος εὑρεῖν τὴν αὐλητικήν, Λίβυς ὢν τῶν Νομάδων, ὃς καὶ κατηύλησεν τὰ μητρῷα πρῶτος.' ‘αὐλήσεων δ᾽ εἰσὶν ὀνομασίαι, ὥς φησι Τρύφων ἐν δευτέρῳ Ὀνομασιῶν ῾fr. 109 V',' αἵδε: κῶμος, βουκολισμός, γίγγρας, τετράκωμος, ἐπίφαλλος, χορεῖος, καλλίνικος, πολεμικόν, ἡδύκωμος, σικιννοτύρβη, θυροκοπικόν ῾τὸ δ᾽ αὐτὸ καὶ κρουσίθυρον̓, κνισμός, μόθων. ταῦτα δὲ πάντα μετ᾽ ὀρχήσεως ηὐλεῖτο.'
ταύτην ἐπίσταται γὰρ ἀλλ᾽ ηὔλουν ἔτι
μαθόντες ὥστε τοὺς αὐλοὺς σύ τε
αυτητελετηψεθειθαμεν συντυγχάνεις
αὐλῶν πέραινε. δέξεται δὲ τἄλλα σοι
ἡδύ τι κοινόν ἐστιν οὗ χωρὶς πάλιν
συννεύματ᾽, οὐ προβλήμαθοις σημαίνεται
ἕκαστα.