ἐνθυμεῖ δὲ τῆς γῆς ὡς γλυκὺκαὶ Ἀντιφάνης δ᾽ ἐν Δυσπράτῳ ἐπαινῶν τοὺς Σικελικοὺς μαγείρους λέγει ῾ib. 48':'
ὄζει καπνός τ᾽ ἐξέρχετ᾽ εὐωδέστατος;
οἰκεῖ τις, ὡς ἔοικεν, <ἐν> τῷ χάσματι
λιβανωτοπώλης ἢ μάγειρος Σικελικός.
Β. παραπλησίαν ὀσμὴν λέγεις ἀμφοῖν γλυκύς;
Σικελῶν δὲ τέχναις ἡδυνθεῖσαικαὶ Μένανδρος ἐν Φάσματι ῾III 144 K':'
δαιτὸς διαθρυμματίδες.
ἐπισημαίνεσθ᾽, ἐὰνΠοσείδιππος ἐν Ἀναβλέποντι ῾ib. 335':'
ἡ σκευασία καθάρειος ᾖ καὶ ποικίλη.
ἐγὼ μάγειρον λαμβάνων ἀκήκοαἈντιφάνης δ᾽ ἐν Φιλώτιδι τὴν σοφίαν τῶν μαγείρων ἐμφανίζων φησίν ῾II 109 K':'
τὰ τῶν μαγείρων πάνθ᾽ ἃ καθ᾽ ἑκάστου κακὰ
ἀντεργολαβοῦντος ἔλεγον: ὃ μὲν ὡς οὐκ ἔχει
ῥῖνα κριτικὴν πρὸς τοὔψον, ὃ δ᾽ ὅτι <τὸ> στόμα
πονηρόν, ὃ δὲ τὴν γλῶτταν εἰς ἀσχήμονας
ἐπιθυμίας ἔνιά τε τῶν ἡδυσμάτων,
κάθαλος, κάτοξος, χναυστικός, προσκαυστικός,
καπνὸν οὐ φέρων, πῦρ οὐ φέρων. ἐκ τοῦ πυρὸς
εἰς τὰς μαχαίρας ἦλθον: ὧν εἷς οὑτοσὶ
διὰ τῶν μαχαιρῶν τοῦ πυρός τ᾽ ἐλήλυθεν.
οὐκοῦν τὸ μὲν γλαυκίδιον, ὥσπερ ἄλλοτε,ἀοιδίμων δ᾽ ὀψαρτυτῶν ὀνόματα καταλέγει Βάτων ἐν Εὐεργέταις οὕτως ῾III 327 K':'
ἕψειν ἐν ἅλμῃ φημί. Β. τὸ δὲ λαβράκιον;
Α. ὀπτᾶν ὅλον. Β. τὸν γαλεόν; Α. ἐν ὑποτρίμματι
ζέσαι. Β. τὸ δ᾽ ἐγχέλειον; Α. ἅλες, ὀρίγανον,
ὕδωρ. Β. ὁ γόγγρος; Α. ταὐτόν. Β. ἡ βατίς; Α. χλόη.
Β. πρόσεστι θύννου τέμαχος. Α. ὀπτήσεις. Β. κρέας
ἐρίφειον; Α. ὀπτόν. Β. θάτερον; Α. τἀναντία.
Β. ὁ σπλήν; Α. σεσάχθω. Β. νῆστις; Β. ἀπολεῖ μ᾽
οὑτοσί.
εὖ γ᾽, ὦ Σιβύνη, τὰς νύκτας οὐ καθεύδομεν
οὐδ᾽ ἀναγεγράμμεθ᾽, ἀλλὰ καίεται λύχνος,
καὶ βιβλίον <ἐν> ταῖς χερσί, καὶ φροντίζομεν
τί Σόφων καταλέλοιπ᾽ ἢ τί Σημωνακτίδης
ὁ Χῖος ἢ Τυνδάριχος ὁ Σικυώνιος,
ἢ Ζωπυρῖνος. Α. αὐτὸς εὕρηκας δὲ τί;
Α. τὰ μέγιστα. Β. ποῖα ταῦτα; Α. τοὺς τεθνηκότας ..