οὐδὲ γὰρ <οὐδ᾽> εὐρύς περ ἐὼν ἐξίκετο δεῦρο.ὄντως δ᾽ ἦν ὡς ἀληθῶς κίμβιξ ὁ Σιμωνίδης καὶ αἰσχροκερδής, ὡς Χαμαιλέων φησίν. ἐν Συρακούσαις γοῦν τοῦ Ἱέρωνος ἀποστέλλοντος αὐτῷ τὰ καθ᾽ ἡμέραν λαμπρῶς πωλῶν τὰ πλείω ὁ Σιμωνίδης τῶν παρ᾽ ἐκείνου πεμπομένων ἑαυτῷ μικρὸν μέρος ἀπετίθετο. ἐρομένου δέ τινος τὴν αἰτίαν: ‘ὅπως, εἶπεν, ἥ τε Ἱέρωνος μεγαλοπρέπεια καταφανὴς ᾖ καὶ ἡ ἐμὴ κοσμιότης.' ΟΥΘΑΤΟΣ δὲ Τηλεκλείδης ἐν Στερροῖς οὕτως μνημονεύει ῾I 217 K':'
ὡς οὖσα θῆλυς εἰκότως οὖθαρ φέρω.ὑπογάστριον δ᾽ αὐτὸ ὠνόμασεν Ἀντίδοτος ἐν Μεμψιμοίρῳ ῾II 410 K'.'