κακῶν κατάρχεις τήνδ᾽ ἐμοῦσαν εἰσάγων.ὁ Λυσίμαχος ἀκούσας ἐμβληθῆναι αὐτὸν ἐκέλευσεν εἰς γαλεάγραν καὶ δίκην θηρίου περιφερόμενον καὶ τρεφόμενον, κολαζόμενον οὕτως ἐποίησεν ἀποθανεῖν. σὺ δέ, ὦ Οὐλπιανέ, εἰ τὴν γαλεάγραν ζητεῖς, ἔχεις παρ᾽ Ὑπερείδῃ τῷ ῥήτορι ῾fr. 37 Bl':' ὅπου δέ, σὺ ζήτει. καὶ Ταχὼς δ᾽ ὁ Αἰγυπτίων βασιλεὺς Ἀγησίλαον σκώψας τὸν Λακεδαιμονίων βασιλέα, ὅτ᾽ ἦλθεν αὐτῷ συμμαχήσων, ῾ἦν γὰρ βραχὺς τὸ σῶμἀ ἰδιώτης ἐγένετο, ἀποστάντος ἐκείνου τῆς συμμαχίας. τὸ δὲ σκῶμμα τοῦτ᾽ ἦν:
ὤδινεν ὄρος, Ζεὺς δ᾽ ἐφοβεῖτο, τὸ δ᾽ ἔτεκεν μῦν.ὅπερ ἀκούσας ὁ Ἀγησίλαος καὶ ὀργισθεὶς ἔφη ‘φανήσομαί σοί ποτε καὶ λέων.' ὕστερον γὰρ ἀφισταμένων τῶν Αἰγυπτίων, ὥς φησι Θεόπομπος ῾FHG I 297' 'καὶ Λυκέας ὁ Ναυκρατίτης ῾ib. IV 441' 'ἐν τοῖς Αἰγυπτιακοῖς, οὐδὲν αὐτῷ συμπράξας ἐποίησεν ἐκπεσόντα τῆς ἀρχῆς φυγεῖν εἰς Πέρσας.'