previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΡΟΩΝ. ... δὲ σκληροκόκκων. τῶν γὰρ ἀπυρήνων Ἀριστοφάνης ἐν Γεωργοῖς I 421 K' 'μνημονεύει. καὶ ἐν Ἀναγύρῳ ib. 404':'
πλὴν ἀλεύρου καὶ ῥόας.
καὶ ἐν Γηρυτάδῃ ib. 433'.' Ἕρμιππος δ᾽ ἐν Κέρκωψί φησιν ib. 234':'
ἤδη τεθέασαι κόκκον ἐν χιόνι ῥόας;
῾ῥοίδιον μέντοι ὡς βοίδιον τὸ ὑποκοριστικόν.' Ἀντιφάνης ἐν Βοιωτίᾳ II 36 K':'
ἐνεγκεῖν ἐξ ἀγροῦ μοι τῶν ῥοιῶν
τῶν σκληροκόκκων.
Ἐπίλυκος Κωραλίσκῳ I 803 K':'
μῆλα καὶ ῥόας λέγεις.
Ἄλεξις Μνηστῆρσιν II 321 K':'
ῥόαν γὰρ ἐκ τῆς χειρὸς αὐτῶν ...
σίδας δ᾽ ὅτι τὰς ῥοιὰς καλοῦσι Βοιωτοὶ Ἀγαθαρχίδης ἐν τῇ ἐννεακαιδεκάτῃ τῶν Εὐρωπιακῶν οὕτως γράφει FHG III 192':' ‘ἀμφισβητούντων Ἀθηναίων πρὸς Βοιωτοὺς περὶ τῆς χώρας ἣν καλοῦσι Σίδας, Ἐπαμινώνδας δικαιολογούμενος ἐξαίφνης ἐκ τῆς ἀριστερᾶς μεταλαβὼν κεκρυμμένην ῥόαν καὶ δείξας ἤρετο τί καλοῦσι τοῦτο. τῶν δ᾽ εἰπόντωνῥόαν᾽, ‘ἀλλ᾽ ἡμεῖς, εἶπε, σίδαν᾽ ῾ὁ δὲ τόπος τοῦτ᾽ ἔχει τὸ φυτὸν ἐν αὑτῷ πλεῖστον, ἀφ᾽ οὗ τὴν ἐξ ἀρχῆς εἴληφε προσηγορίαν̓ καὶ ἐνίκησεν.' ῾Μένανδρος δ᾽ ἐν Αὑτὸν Τιμωρουμένῳ ῥοίδια αὐτὰς ὠνόμασεν διὰ τούτων III 43 K':'
μετ᾽ ἄριστον γὰρ ὡς ἀμυγδάλας ἐγὼ
παρέθηκα καὶ τῶν ῥοιδίων ἐτρώγομεν.'
λέγεται δέ τι καὶ φυτὸν σίδη ὅμοιον ῥοιᾷ, γινόμενον ἐν τῇ περὶ Ὀρχομενὸν λίμνῃ ἐν αὐτῷ τῷ ὕδατι, οὗ τὰ μὲν φύλλα τὰ πρόβατα ἐσθίει, τὸν δὲ βλαστὸν αἱ ὕες, ὡς ἱστορεῖ Θεόφραστος ἐν τετάρτῳ περὶ Φυτῶν c. 4, 10',' γίνεσθαι λέγων κἀν τῷ Νείλῳ ὁμώνυμόν τι αὐτῇ ἄνευ ῥιζῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: