ὦ Ζεῦ, καλόν γ᾽ ἔστ᾽ ἀποθανεῖν αὐλούμενον.ἔφη ὁ Μασσούριος ὀξύφθογγον εἶναι μουσικὸν ὄργανον τὴν σαμβύκην διειλέχθαι τε περὶ αὐτοῦ Εὐφορίωνα τὸν ἐποποιὸν ἐν τῷ περὶ Ἰσθμίων ῾fr. 33 M',' χρῆσθαι φήσας αὐτῷ Πάρθους καὶ Τρωγλοδύτας τετραχόρδῳ ὄντι: ἱστορεῖν δὲ τοῦτο Πυθαγόραν ἐν τῷ περὶ τῆς Ἐρυθρᾶς Θαλάσσης. καλεῖται δέ τι καὶ τῶν πολιορκητικῶν ὀργάνων σαμβύκη, οὗ τό τε σχῆμα καὶ τὴν κατασκευὴν ἀποδείκνυσι Βίτων ἐν τῷ πρὸς Ἄτταλον περὶ Ὀργάνων. καὶ Ἀνδρέας ὁ Πανορμίτης ἐν τῷ τριακοστῷ τρίτῳ τῶν Σικελικῶν τῶν κατὰ πόλιν ῾FHG IV 302',' ὡς ἀπὸ δύο νεῶν προσάγοιτο τοῖς τῶν ἐναντίων τείχεσι: καλεῖσθαί τε σαμβύκην, ἐπειδὴ ὅταν ἐξαρθῇ γίνεται σχῆμα νεὼς καὶ κλίμακος ἑνοποιουμένων, ὅμοιον δέ τί ἐστιν καὶ τὸ τῆς σαμβύκης. Μόσχος δ᾽ ἐν πρώτῳ Μηχανικῶν Ῥωμαικὸν εἶναι λέγει τὸ μηχάνημα καὶ Ἡρακλείδην τὸν Ταραντῖνον εὑρεῖν αὐτοῦ τὸ εἶδος. Πολύβιος δ᾽ ἐν τῇ ὀγδόῃ τῶν Ἱστοριῶν ῾c. 8, 6' '‘Μάρκελλος, φησί, δυσχρηστούμενος ἐν τῇ Συρακουσῶν πολιορκίᾳ ὑπὸ τῶν Ἀρχιμήδους κατασκευασμάτων ἔλεγεν ταῖς μὲν ναυσὶν αὑτοῦ κυαθίζειν ἐκ θαλάσσης Ἀρχιμήδην, τὰς δὲ σαμβύκας ῥαπιζομένας ὥσπερ ἐκ πότου μετ᾽ αἰσχύνης ἐκπεπτωκέναι."
τούτοις ἐν Ἅιδου γὰρ μόνοις ἐξουσία
ἀφροδισιάζειν ἐστίν. οἱ δὲ τοὺς τρόπους
ῥυπαροὺς ἔχοντες μουσικῆς ἀπειρίᾳ
εἰς τὸν πίθον φέρουσι τὸν τετρημένον.'
μετὰ δὲ ταῦτα ζητήσεως γενομένης περὶ σαμβύκης
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐγὼ δὲ ἔχων ἔτι πολλὰ λέγειν περὶ μουσικῆς
αὐλῶν ἀκούων βόμβου καταπαύσω τὸ πολυλογεῖν, τὰ
ἐκ Φιλαύλου Φιλεταίρου ἐπειπών ῾II 235 K':'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.