πρῶτοι παρὰ κρατῆρας Ἑλλήνων ἐν αὐλοῖς
συνοπαδοὶ Πέλοπος Ματρὸς ὀρείας
Φρύγιον ἄεισαν νόμον:
τοῖς δ᾽ ὀξύφωνοι πηκτίδων ψαλμοὶ κρέκον
Λύδιον ὕμνον.'
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τρεῖς οὖν αὗται, καθάπερ ἐξ
ἀρχῆς εἴπομεν εἶναι ἁρμονίας, ὅσα καὶ τὰ ἔθνη. τὴν
δὲ Φρυγιστὶ καὶ τὴν Λυδιστὶ παρὰ τῶν βαρβάρων
οὔσας γνωσθῆναι τοῖς Ἕλλησιν ἀπὸ τῶν σὺν Πέλοπι
κατελθόντων εἰς τὴν Πελοπόννησον Φρυγῶν καὶ Λυδῶν.
Λυδοὶ μὲν γὰρ αὐτῷ συνηκολούθησαν διὰ τὸ τὴν Σίπυλον εἶναι τῆς Λυδίας: Φρύγες δὲ οὐχ ὅτι ὁμοτέρμονες τοῖς Λυδοῖς εἰσιν, ἀλλ᾽ ὅτι καὶ αὐτῶν ἦρχεν ὁ
Τάνταλος. ἴδοις δ᾽ ἂν καὶ τῆς Πελοποννήσου πανταχοῦ, μάλιστα δὲ ἐν Λακεδαίμονι χώματα μεγάλα, ἃ
καλοῦσι τάφους τῶν μετὰ Πέλοπος Φρυγῶν. μαθεῖν
οὖν τὰς ἁρμονίας ταύτας τοὺς Ἕλληνας παρὰ τούτων.
διὸ καὶ Τελέστης ὁ Σελινούντιός φησιν ῾fr. 5 B4':'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.