Δάματρα μέλπω Κόραν τε Κλυμένοι᾽ ἄλοχον,ταῦτα δ᾽ ᾁδουσιν πάντες ὑποδώρια [τὰ μέλη]. ἐπεὶ οὖν τὸ μέλος ἐστὶν ὑποδώριον [τὰ μέλη], εἰκότως Αἰολίδα φησὶν εἶναι τὴν ἁρμονίαν ὁ Λᾶσος. καὶ Πρατίνας δέ πού φησι ῾fr. 5 B':'
μελιβόαν ὕμνον ἀνάγων,
Αἰολίδ᾽ ἅμα βαρύβρομον ἁρμονίαν.
μήτε σύντονον δίωκε μήτε τὰν ἀνειμέναν Ἰαστὶ μοῦσαν, ἀλλὰἐν δὲ τοῖς ἑξῆς σαφέστερόν φησιν:
τὰν μέσαν νεῶν ἄρουραν
αἰόλιζε τῷ μέλει.
πρέπει τοιπρότερον μὲν οὖν, ὡς ἔφην, Αἰολίδα αὐτὴν ἐκάλουν, ὕστερον δ᾽ ὑποδώριον, ὥσπερ ἔνιοί φασιν, ἐν τοῖς αὐλοῖς τετάχθαι νομίσαντες αὐτὴν ὑπὸ τὴν Δώριον ἁρμονίαν. ἐμοὶ δὲ δοκεῖ ὁρῶντας αὐτοὺς τὸν ὄγκον καὶ τὸ προσποίημα τῆς καλοκἀγαθίας ἐν τοῖς τῆς ἁρμονίας ἤθεσιν Δώριον μὲν αὐτὴν οὐ νομίζειν, προσεμφερῆ δέ πως ἐκείνῃ: διόπερ ὑποδώριον ἐκάλεσαν, ὡς τὸ προσεμφερὲς τῷ λευκῷ ὑπόλευκον καὶ τὸ μὴ γλυκὺ μὲν ἐγγὺς δὲ τούτου λέγομεν ὑπόγλυκυ: οὕτως καὶ ὑποδώριον τὸ μὴ πάνυ Δώριον.
πᾶσιν ἀοιδὰ λαβράκταις
Αἰολὶς ἁρμονία.