previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περὶ δὲ μουσικῆς τῶν μὲν τάδε λεγόντων, ἄλλων δ᾽ ἄλλα γ᾽ ὁσημέραι, πάντων δ᾽ ἐπαινούντων τὴν παιδείαν ταύτην, Μασούριος πάντα ἄριστος καὶ σοφὸς ῾καὶ γὰρ νόμων ἐξηγητὴς οὐδενὸς δεύτερος καὶ περὶ μουσικὴν ἐνδιατρίβων αἰεί: ἅπτεται γὰρ καὶ τῶν ὀργάνων̓ ἔφη: ‘ μὲν κωμῳδιοποιὸς Εὔπολις, ἄνδρες φίλοι, φησί I 347 K':'
χἠ μουσικὴ πρᾶγμ᾽ ἐστὶ βαθὺ [τι] καὶ καμπύλον,
αἰεί τε καινὸν ἐξευρίσκει τι τοῖς ἐπινοεῖν δυναμένοις. διόπερ καὶ Ἀναξίλας ἐν Ὑακίνθῳ φησίν II 272 K':'
μουσικὴ δ᾽ ὥσπερ Λιβύη, πρὸς τῶν θεῶν,
αἰεί τι καινὸν κατ᾽ ἐνιαυτὸν θηρίον
τίκτει.
μέγας γάρ, μακάριοι, κατὰ τὸν Θεοφίλου Κιθαρῳδόν II 474 K','
θησαυρός ἐστιν καὶ βέβαιος [ἡ] μουσικὴ
ἅπασι τοῖς μαθοῦσι παιδευθεῖσί τε.
καὶ γὰρ τὰ ἤθη παιδεύει καὶ τοὺς θυμοειδεῖς καὶ τὰς γνώμας διαφόρους καταπραύνει. Κλεινίας γοῦν Πυθαγόρειος, ὡς Χαμαιλέων Ποντικὸς ἱστορεῖ fr. 26 Kö',' καὶ τῷ βίῳ καὶ τοῖς ἤθεσιν διαφέρων, εἴ ποτε συνέβαινεν χαλεπαίνειν αὐτὸν δι᾽ ὀργήν, ἀναλαμβάνων τὴν λύραν ἐκιθάριζεν. πρὸς δὲ τοὺς ἐπιζητοῦντας τὴν αἰτίαν ἔλεγενπραύνομαι᾽. καὶ Ὁμηρικὸς δὲ Ἀχιλλεὺς τῇ κιθάρᾳ κατεπραύνετο Il. 9.186',' ἣν αὐτῷ ἐκ τῶν Ἠετίωνος λαφύρων μόνην Ὅμηρος χαρίζεται, καταστέλλειν τὸ πυρῶδες αὐτοῦ δυναμένην. μόνος γοῦν ἐν Ἰλιάδι ταύτῃ χρῆται τῇ μουσικῇ. ὅτι δὲ καὶ νόσους ἰᾶται μουσικὴ Θεόφραστος ἱστόρησεν ἐν τῷ περὶ Ἐνθουσιασμοῦ fr. 87 W',' ἰσχιακοὺς φάσκων ἀνόσους διατελεῖν, εἰ καταυλήσοι τις τοῦ τόπου τῇ Φρυγιστὶ ἁρμονίᾳ. ταύτην δὲ τὴν ἁρμονίαν Φρύγες πρῶτοι εὗρον καὶ μετεχειρίσαντο. διὸ καὶ τοὺς παρὰ τοῖς Ἕλλησιν αὐλητὰς Φρυγίους καὶ δουλοπρεπεῖς τὰς προσηγορίας ἔχειν: οἷός ἐστιν παρὰ Ἀλκμᾶνι fr. 112 B4' 'Σάμβας καὶ Ἄδων καὶ Τῆλος, παρὰ δὲ Ἱππώνακτι fr. 97' 'Κίων καὶ Κώδαλος καὶ Βάβυς, ἐφ᾽ καὶ παροιμία ἐπὶ τῶν αἰεὶ πρὸς τὸ χεῖρον αὐλούντωνκάκιον [ἢ] Βάβυς αὐλεῖ.' δ᾽ Ἀριστόξενος FHG II 287' 'τὴν εὕρεσιν αὐτῆς Ὑάγνιδι τῷ Φρυγὶ ἀνατίθησιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (1 total)
  • Cross-references from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: