Εὔβουλος δ᾽ ἐν Χρυσίλλᾳ ῾ib. 205':'καὶ προελθών φησιν:
κακὸς
κακῶς ἀπόλοιθ᾽ ὅστις γυναῖκα δεύτερος
ἔγημε: τὸν γὰρ πρῶτον οὐκ ἐρῶ κακῶς.
ὃ μὲν γὰρ ἦν ἄπειρος, οἶμαι, τοῦ κακοῦ,
ὃ δ᾽ οἷον ἦν γυνὴ κακὸν πεπυσμένος.
ὦ Ζεῦ πολυτίμητ᾽, εἶτ᾽ ἐγὼ κακῶς ποτεἈριστοφῶν δ᾽ ἐν Καλλωνίδῃ ῾ib. 277':'
ἐρῶ γυναῖκας; νὴ Δί᾽ ἀπολοίμην ἄρα,
πάντων ἄριστον κτημάτων. εἰ δ᾽ ἐγένετο
κακὴ γυνὴ Μήδεια, Πηνελόπη δέ <γε>
μέγα πρᾶγμ᾽. ἐρεῖ τις ὡς Κλυταιμνήστρα κακή:
Ἄλκηστιν ἀντέθηκα χρηστήν. ἀλλ᾽ ἴσως
Φαίδραν ἐρεῖ κακῶς τις: ἀλλὰ νὴ Δία
χρηστή τις ἦν μέντοι—τίς; οἴμοι δείλαιος,
ταχέως γέ μ᾽ αἱ χρησταὶ γυναῖκες ἐπέλιπον,
τῶν δ᾽ αὖ πονηρῶν ἔτι λέγειν πολλὰς ἔχω.
κακὸς κακῶς ἀπόλοιθ᾽ ὁ γήμας δεύτεροςκαὶ Ἀντιφάνης ἐν Φιλοπάτορι ῾ib. 108':'
θνητῶν. ὁ μὲν γὰρ πρῶτος οὐδὲν ἠδίκει:
οὔπω γὰρ εἰδὼς οὗτος οἷον ἦν κακὸν
ἐλάμβανεν γυναῖχ᾽: ὁ δ᾽ ὕστερον λαβὼν
εἰς προὖπτον εἰδὼς αὑτὸν ἐνέβαλεν κακόν.
γεγάμηκε δήπου. Β. τί σὺ λέγεις; ἀληθινῶςΜένανδρος δ᾽ ἐν Ἀρρηφόρῳ ἢ Αὐλητρίδι ῾III 22 K':'
γεγάμηκεν, ὃν ἐγὼ ζῶντα περιπατοῦντά <τε>
κατέλιπον;
οὐ γαμεῖς, ἂν νοῦν ἔχῃς,ἐν δὲ Ἐμπιμπραμένῃ ῾ib. 114':'
τοῦτον καταλείπων τὸν βίον. γεγάμηκα γὰρ
καὐτός: διὰ τοῦτό σοι παραινῶ μὴ γαμεῖν.
Β. δεδογμένον τὸ πρᾶγμ᾽: ἀνερρίφθω κύβος.
Α. πέραινε, σωθείης δέ: νῦν ἀληθινὸν
εἰς πέλαγος αὑτὸν ἐμβαλεῖς γὰρ πραγμάτων,
οὐ Λιβυκὸν οὐδ᾽ Αἰγαῖον <οὐδὲ .....>,
οὗ τῶν τριάκοντ᾽ οὐκ ἀπόλλυται τρία
πλοιάρια: γήμας δ᾽ οὐδὲ εἷς σέσωσθ᾽ ὅλως.
ἐξώλης ἀπόλοιθ᾽ ὅστις ποτὲΚαρκίνος δ᾽ ὁ τραγικὸς ἐν Σεμέλῃ, ἧς ἀρχή ῾fr. 2 N' '‘ὦ νύκτες,' φησίν ῾fr. 3':'
ὁ πρῶτος ἦν γήμας, ἔπειθ᾽ ὁ δεύτερος,
εἶθ᾽ ὁ τρίτος, εἶθ᾽ ὁ τέταρτος, εἶθ᾽ ὁ Μεταγένης.
ὦ Ζεῦ, τί χρὴ γυναῖκας ἐξειπεῖν κακόν;
ἀρκοῦν ἂν εἴη, κἂν γυναῖκ᾽ εἴπῃς μόνον.