κλῦθί μευ εὐχομένου, Κουροτρόφε: δὸς δὲ γυναῖκαταῦτα μέν ἐστιν ἐκ τῶν εἰς Ὅμηρον ἀναφερομένων ῾ep. 12 Baum'.' τῆς δὲ Θεωρίδος μνημονεύει λέγων ἔν τινι στασίμῳ οὕτως ῾fr. 698 N':'
τήνδε νέων μὲν ἀναίνεσθαι φιλότητα καὶ εὐνήν,
ἣ δ᾽ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν,
ὧν ἰσχὺς μὲν ἀπήμβλυνται, θυμὸς δὲ μενοινᾷ.
φίλη γὰρ ἡ Θεωρίς.ἐπὶ δὲ δυσμαῖς ὢν τοῦ βίου, ὥς φησιν Ἡγήσανδρος ῾FHG IV 418',' Ἀρχίππην ἠγάπησεν τὴν ἑταίραν καὶ τοῦ βίου κληρονόμον κατέλιπεν. ὅτι δὲ γηραιῷ ὄντι τῷ Σοφοκλεῖ συνῆν ἡ Ἀρχίππη, ὁ πρότερος αὐτῆς ἐραστὴς Σμικρίνης ἐρωτώμενος ὑπό τινος τί πράττει Ἀρχίππη χαριέντως ἔφη: ‘ὥσπερ αἱ γλαῦκες ἐπὶ τάφον κάθηται.'