Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ Ὠκίμου δὲ τῆς
ἐμῆς,
ὡς σὺ φής,
Κύνουλκε ῾cf. p. 567c','
καὶ Ὑπερείδης
μέμνηται ἐν τῷ κατὰ Ἀρισταγόρας β#
λέγων οὕτως
῾fr. 17 Bl':' ‘
ὥστε Λαὶς μὲν ἡ δοκοῦσα τῶν πώποτε διενηνοχέναι τὴν ὄψιν καὶ Ὤκιμον καὶ Μετάνειρα ...'
Νικόστρατος δὲ ὁ τῆς μέσης κωμῳδίας ποιητὴς ἐν Πανδρόσῳ οὑτωσὶ λέγων ῾II 225 K':'
ἔπειτα τῆς αὐτῆς ὁδοῦ
πρὸς Ἀερόπην ἐλθοῦσα πέμψαι στρώματα
αὐτὴν κέλευε, φησί, καὶ παρ᾽ Ὠκίμου
χαλκώματα.
Μένανδρος δ᾽ ἐν Κόλακι τάσδε καταλέγει ἑταίρας
῾fr. 295 K':'
Χρυσίδα, Κορώνην, Ἀντίκυραν, Ἰσχάδα,
καὶ Ναννάριον ἔσχηκας ὡραίαν σφόδρα.
Φιλέταιρος ἐν Κυναγίδι ῾II 232 K':'
οὐχὶ Κερκώπη μὲν ἤδη γέγον᾽ ἔτη τρισχίλια,
ἡ δὲ Διοπείθους ἀηδὴς Τέλεσις ἕτερα μυρία;
Θεολύτην δ᾽ <οὐδ᾽> οἶδεν οὐδεὶς ὅτε τὸ πρῶτον ἐγένετο.
οὐχὶ Λαὶς μὲν τελευτῶσ᾽ ἀπέθανεν βινουμένη,
Ἰσθμιὰς δὲ καὶ Νέαιρα κατασέσηπε καὶ Φίλα;
Κοσσύφας δὲ καὶ Γαλήνας καὶ Κορώνας οὐ λέγω:
περὶ δὲ Ναίδος σιωπῶ: γομφίους γὰρ οὐκ ἔχει.
Θεόφιλος Φιλαύλῳ ῾II 476 K':'
τοῦ μή ποτ᾽ αὐτὸν ἐμπεσεῖν εἰς Λαίδα
φερόμενον ἢ Μηκωνίδ᾽ ἢ Σισύμβριον
ἢ Βάραθρον ἢ Θάλλουσαν ἢ τούτων τινά,
ὧν ἐμπλέκουσι τοῖς λίνοις αἱ μαστροποί,
ἢ Ναύσιον ἢ Μαλθάκην.'