εἰς τὰς Ἀθήνας παρεπιδημήσας ξένοςἔπειτεν εἰπεῖν φασι τὴν Γναθαίνιον: ‘περιλαμβάνειν γὰρ οὐκ ἐδοκίμαζον, τάλαν, ἄνθρωπον ἄχρι τοῦ στόματος ἠσβολωμένον: διὰ τοῦθ᾽ ὑπέμεινα πολὺ λαβοῦσα χρυσίον, ἐφιλοσόφησά θ᾽, ἵν᾽ ἄκρον ὡς μάλιστα καὶ ἐλάχιστον αὐτοῦ περιλάβω τοῦ σώματος.' ἔπειτα, φασί, τῆς Γναθαινίου ποτὲ τὸν Ἀνδρόνικον οὐ θελούσης παρὰ πότον φιλεῖν, καθάπερ ταῖς πρότερον ἡμέραις ἀεί, ὀργιζομένης δὲ διὰ τὸ μηδὲν λαμβάνειν, ἔπειθε πῶς ‘οὐχ ὁρᾷς, Γνάθαιν᾽, ἔφη, ὑπερηφάνως μοι τὴν θυγατέρα χρωμένην;᾽ ἡ γραῦς δ᾽ ἀγανακτήσασα ‘τάλαν, ἔφη, τέκνον: περίλαβε, φησί, καὶ φίλησον, εἰ θέλει.' ἣ δ᾽ εἶπε ‘μῆτερ, πῶς, ἔφη, μέλλω φιλεῖν τὸν μηδὲν ὠφέλημα, τὸν ὑπὸ τὰς στέγας τὸ κοῖλον Ἄργος δωρεὰν θέλοντ᾽ ἔχειν. πανηγύρεως οὔσης ποθ᾽ ἡ Γναθαίνιον εἰς Πειραιᾶ κατέβαινε πρὸς ξένον τινὰ ἔμπορον ἐραστὴν εὐτελῶς ἐπ᾽ ἀστράβης, τὰ πάντ᾽ ἔχουσ᾽ ὀνάρια μεθ᾽ ἑαυτῆς τρία καὶ τρεῖς θεραπαίνας καὶ νέαν τιτθὴν μίαν. ἔπειτεν αὐταῖς ἐπί τινος στενῆς ὁδοῦ κακὸς παλαιστὴς ἐνέτυχέν τις τῶν ἀεὶ ἐν τοῖς ἀγῶσιν ἐπιμελῶς ἡττωμένων:
σατράπης πάνυ γέρων, ὡς ἐνενήκοντ᾽ <ὢν> ἐτῶν,
Κρονίοις ἀπιοῦσαν εἶδε τὴν Γναθαίνιον
μετὰ τῆς Γναθαίνης ἐξ Ἀφροδισίου τινός,
τό τ᾽ εἶδος αὐτῆς τοὺς ῥυθμούς τε καταμαθὼν
ἐπυνθάνετο μίσθωμα πράσσεται πόσον
τῆς νυκτός. ἡ Γνάθαινα δ᾽ εἰς τὴν πορφύραν
καὶ τὰ δόρατ᾽ ἀποβλέψασα δραχμὰς χιλίας
ἔταξεν. ὃ δ᾽ ἄφνω καιρίμην πληγεὶς ‘παπαῖ,
ζωγρεῖς, γύναι, φήσ᾽, ἕνεκα τοῦ στρατιωτικοῦ:
μνᾶς πραξαμένη δὲ πέντε τὰς σπονδὰς ποοῦ
καὶ στρῶσον ἡμῖν ἔνδον.' ἣ δ᾽ ἐπιδέξιον
βουλόμενον εἶναι τὸν σατράπην ἀπεδέξατο,
εἶπεν δέ: "3.... δὸς ὅσον ἐπιθυμεῖς, πάτερ:
οἶδα γὰρ ἀκριβῶς καὶ πέποιθα τοῦθ᾽ ὅτι
εἰς νύκτ᾽ ἀποδώσεις τῷ θυγατρίῳ μου διπλοῦν.'
ἐν ταῖς Ἀθήναις χαλκοτύπος σφόδρ᾽ εὐφυής,
καταλελυκυίας τῆς Γναθαινίου σχεδὸν
οὐκέτι θ᾽ ἑταιρεῖν ὑπομενούσης διὰ τό πως
τὸν Ἀνδρόνικον ἡδέως αὐτῆς ἔχειν
τὸν ὑποκριτήν: τότε δ᾽ ὄντος ἐν ἀποδημίᾳ,
ἐξ οὗ γεγονὸς ἦν ἄρρεν αὐτῷ παιδίον,
οὐχ ὑπομένουσαν τὴν Γναθαίνιον λαβεῖν
μίσθωμα, λιπαρῶν δὲ καὶ προσκείμενος
πολὺ δαπανήσας ἔσχεν αὐτὴν χρυσίον.
ἀνάγωγος ὢν δὲ καὶ βάναυσος παντελῶς
ἐν σκυτοτομείῳ μετά τινων καθήμενος
κατεσχόλαζε τῆς Γναθαινίου λέγων,
ἑτέρῳ τρόπῳ μὲν μὴ συγγεγενῆσθαι μηδενί,
ἑξῆς καθιππάσθαι δ᾽ ὑπ᾽ αὐτῆς πεντάκις.
μετὰ ταῦτ᾽ ἀκούσας Ἀνδρόνικος τὸ γεγονὸς
ἐκ τῆς Κορίνθου προσφάτως ἀφιγμένος
...... πικρῶς τε λοιδορούμενος
παρὰ τὸν πότον ταῦτ᾽ ἔλεγε τῇ Γναθαινίῳ,
αὐτὸν μὲν ἀξιοῦντα μὴ τετευχέναι
τούτου παρ᾽ αὐτῆς μηδέποτε τοῦ σχήματος,
ἐν τῷδε δ᾽ ἑτέρους ἐντρυφᾶν μαστιγίας.
ὃς οὐ δυνάμενος τότε παρελθεῖν ῥᾳδίως,
ἀλλὰ στενοχωρῶν εἶπεν ‘ὦ τρισάθλιε
ὀνηλάτ᾽, εἰ μὴ θᾶττον ἐκστήσῃ ποτὲ
ἐκ τῆς ὁδοῦ, τὰ γύναια ταυτὶ καταβαλῶ
σὺν τοῖς ὀναρίοις, φησί, καὶ ταῖς ἀστράβαις.'
Γναθαίνιον δ᾽ εἶπ᾽ ‘ὦ τάλαν, μὴ δῆτ᾽, ἄνερ:
οὐδέποτε γὰρ τοῦτ᾽ ἐστί σοι πεπραγμένον.'