previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ ἄλλων δὲ ἑταιρῶν ἀπομνημονεύματα Μάχων συνήγαγεν, ὧν οὐκ ἄκαιρόν ἐστιν κατὰ τὸ ἑξῆς μνημονεῦσαι. Γναθαίνης μὲν οὕτως:
[παρὰ Γναθαίνῃ Δίφιλος πίνων ποτὲ
ψυχρόν γ᾽, ἔφη, τἀγγεῖον, Γνάθαιν᾽, ἔχεις.'
τῶν σῶν γάρ, εἶπεν, ἐπιμελῶς, Δίφιλε,
εἰς αὐτό γ᾽ αἰεὶ δραμάτων ἐμβάλλομεν.']
πρὸς τὴν Γνάθαιναν Δίφιλος κληθείς ποτε
ἐπὶ δεῖπνον, ὡς λέγουσι, τοῖς Ἀφροδισίοις,
τιμώμενος μάλιστα τῶν ἐρωμένων
῾ᾐ̔́δει δ᾽ ὑπ᾽ αὐτῆς ἐκτενῶς ἀγαπώμενος᾿
παρῆν ἔχων δύο Χῖα, Θάσια τέτταρα,
μύρον, στεφάνους, τραγήματ᾽, ἔριφον, ταινίας,
ὄψον, μάγειρον, τὰ μετὰ ταῦτ᾽ αὐλητρίδα.
καὶ τῶν ἐραστῶν Συριακοῦ τινος ξένου
πέμψαντος αὐτῇ χιόνα σαπέρδην θ᾽ ἕνα,
αἰσχυνομένη τὰ δῶρα μή τις καταμάθῃ φυλαττομένη τε πολὺ μάλιστα Δίφιλον, μὴ δῷ δίκην μετὰ ταῦτα κωμῳδουμένη, τὸ μὲν τάριχος εἶπε ταχέως ἀποφέρειν πρὸς τοὺς σπανίζειν ὁμολογουμένους ἁλῶν, τὴν χιόνα δ᾽ εἰς τὸν ἄκρατον ἐνσεῖσαι λάθρᾳ: τῷ παιδί τ᾽ ἐπέταξ᾽ ἐγχέανθ᾽ ὅσον δέκα κυάθους προσενεγκεῖν Διφίλῳ ποτήριον. ὑπερηδέως δὲ τὴν κύλικ᾽ ἐκπιὼν ἄφνω καὶ τὸ παράδοξον καταπλαγεὶς Δίφιλοςνὴ τὴν Ἀθηνᾶν καὶ θεούς, ψυχρόν γ᾽, ἔφη, Γνάθαιν᾽, ἔχεις τὸν λάκκον ὁμολογουμένως.' δ᾽ εἶπετῶν σῶν δραμάτων γὰρ ἐπιμελῶς εἰς αὐτὸν αἰεὶ τοὺς προλόγους ἐμβάλλομεν.'

μαστιγίας μώλωπας ὑψηλοὺς ἔχων μετὰ τῆς Γναθαίνης ἀπὸ τύχης ἀνεπαύετο. περιλαμβάνουσα δ᾽ αὐτόν, ὡς ἀνώμαλον τὸ νῶτον εἶχε παντελῶς, ‘τάλαν, τάλαν ἄνερ, πόθεν ἔχεις ταῦτ᾽, ἔφη, τὰ τραύματα; κἀκεῖνος αὐτῇ συντόμως ἀπεκρίνατο ὅτι παῖς ποτ᾽ ὢν ἀνείλετ᾽, εἰς πυρὰν ὅτε παίζων μετά τινων ἡλικιωτῶν ἐνέπεσεν. ‘νὴ τὴν φίλην Δήμητρα, δικαίως τοιγαρ, ἄνθρωπε, φησίν, ἐξεδάρης ἀκόλαστος ὤν.'

παρὰ Δεξιθέᾳ δειπνοῦσα θᾐταίρᾳ ποτὲ Γνάθαινα, τοὔψον ἀποτιθείσης πᾶν σχεδὸν τῆς Δεξιθέας τῇ μητρί, ‘νὴ τὴν Ἄρτεμιν, εἰ, φησίν, ᾔδειν, Γνάθαινα, τοῦτ᾽ ἐγώ, τῇ μητρὶ συνεδείπνουν ἄν, οὐχὶ σοί, γύναι.'

ἐπεὶ προέβη τοῖς ἔτεσιν Γνάθαινα καὶ ἤδη τελέως ἦν ὁμολογουμένη σορός, εἰς τὴν ἀγορὰν λέγουσιν αὐτὴν ἐξίναι καὶ τοὔψον ἐφορᾶν καὶ πολυπραγμονεῖν πόσου πωλεῖθ᾽ ἕκαστον. εἶτ᾽ ἰδοῦσα κατὰ τύχην ἱστῶντα κρεοπώλην τιν᾽ ἀστεῖον πάνυ τῇ θ᾽ ἡλικίᾳ σφόδρα νέον πρὸς τῶν θεῶν, μειράκιον, καλός, φησί, πῶς ἵστης; φράσον.' δὲ μειδιάσαςκύβδ᾽, ἔφη, τριωβόλου.' ‘τίς δ᾽ οὑπιτρέψων ἐστί σοι, φησίν, τάλαν, ὄντα γ᾽ ἐν Ἀθήναις Καρικοῖς χρῆσθαι σταθμοῖς;

Στρατοκλῆς δύ᾽ ἐρίφους προῖκ᾽ ἐδίδου τοῖς γνωρίμοις λοπάδας συνάλμους τε συναρτύειν δοκῶν καὶ διψᾶν ὑπολειπόμενοι εἰς τὴν αὔριον τοῖς ἐπισυνάπτειν βουλομένοις τὸν ἑωθινόν, μακρὰς δὲ πράττειν εἰς τὰ λοιπὰ ξυμβολάς. Γνάθαινα δ᾽ αὑτῆς εἶπε πρὸς ἐραστήν τινα στραγγευόμενον ὁρῶσα περὶ τὰς συμβολάς: ‘Στρατοκλῆς ἐπ᾽ ἐρίφοις, φησί, χειμῶνας ποιεῖ.'

ἰδοῦσ᾽ ἔφηβον Γνάθαιν᾽ ἰσχνὸν πάνυ καὶ μέλανα λεπτόν θ᾽, ὡς ἔοιχ᾽, ὑπερβολῇ καὶ λιπαρόν, ἔτι δὲ τῶν ἐφήβων βραχύτερον,

ἔσκωπτεν εἰς Ἄδωνιν. ἀναγώγως δέ πως
τοῦ μειρακίσκου καὶ τυραννικώτερον
αὐτῇ συναντήσαντος ἐμβλέψασα τῇ
θυγατρὶ μετ᾽ αὐτῆς συμπορευομένῃ λέγει:
δικαιότερον ἦν, τέκνον, νὴ τὼ θεώ ....'
λέγουσι Ποντικόν τι μειρακύλλιον
ἀναπαυόμενον μετὰ τῆς Γναθαίνης ἀξιοῦν
πρῷον γενόμενον, ὥστε τὴν πυγὴν ἅπαξ
αὐτῷ παρασχεῖν: τὴν δὲ τοῦτ᾽ εἰπεῖντάλαν,
ἔπειτα τὴν πυγήν με νῦν αἰτεῖς, ὅτε
τὰς ὗς ἐπὶ νομὴν καιρός ἐστιν ἐξάγειν;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: