αἵδ᾽ ὑπὲρ Ἑλλήνων τε καὶ εὐθυμάχων πολιητᾶνκαὶ οἱ ἰδιῶται δὲ κατεύχονται τῇ θεῷ τελεσθέντων περὶ ὧν ἂν ποιῶνται τὴν δέησιν ἀπάξειν αὐτῇ καὶ τὰς ἑταίρας.
ἔσταθεν εὔχεσθαι Κύπριδι δαιμονίᾳ:
οὐ γὰρ τοξοφόροισιν ἐμήσατο δῖ᾽ Ἀφροδίτα
Πέρσαις Ἑλλάνων ἀκρόπολιν προδόμεν.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καταλέξω δέ σοι, Κύνουλκε, Ἰωνικήν τινα
ῥῆσιν ἐκτείνας κατὰ τὸν Αἰσχύλου .... περὶ ἑταιρῶν,
ἀρξάμενος ἀπὸ τῆς καλῆς Κορίνθου, ἐπειδή μοι τὴν
αὐτόθι σοφιστείαν ὠνείδισας. νόμιμόν ἐστιν ἀρχαῖον
ἐν Κορίνθῳ, ὡς καὶ Χαμαιλέων ὁ Ἡρακλεώτης ἱστορεῖ ἐν τῷ περὶ Πινδάρου ῾fr. 16 Koepke',' ὅταν ἡ πόλις
εὔχηται περὶ μεγάλων τῇ Ἀφροδίτῃ, συμπαραλαμβάνεσθαι πρὸς τὴν ἱκετείαν τὰς ἑταίρας ὡς πλείστας, καὶ
ταύτας προσεύχεσθαι τῇ θεῷ καὶ ὕστερον ἐπὶ τοῖς
ἱεροῖς παρεῖναι. καὶ ὅτε δὴ ἐπὶ τὴν Ἑλλάδα τὴν στρατείαν ἦγεν ὁ Πέρσης, ὡς καὶ Θεόπομπος ἱστορεῖ
῾FHG I 306' 'καὶ Τίμαιος ἐν τῇ ἑβδόμῃ ῾ib. 204',' αἱ
Κορίνθιαι ἑταῖραι εὔξαντο ὑπὲρ τῆς τῶν Ἑλλήνων
σωτηρίας εἰς τὸν τῆς Ἀφροδίτης ἐλθοῦσαι νεών. διὸ
καὶ Σιμωνίδης ἀναθέντων τῶν Κορινθίων πίνακα τῇ
θεῷ τὸν ἔτι καὶ νῦν διαμένοντα καὶ τὰς ἑταίρας ἰδίᾳ
γραψάντων τὰς τότε ποιησαμένας τὴν ἱκετείαν καὶ ὕστερον παρούσας συνέθηκε τόδε τὸ ἐπίγραμμα ῾137 B4':'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.