ὑμῖν ὀρχηστρίδας εἶπον ἑταίραςἀλλὰ περὶ τῶν ὄντως ἑταιρῶν τὸν λόγον πεποίημαι, τουτέστιν τῶν φιλίαν ἄδολον συντηρεῖν δυναμένων, ἃς ὁ Κύνουλκος τολμᾷ λοιδορεῖν, <τὰς> μόνας τῶν ἄλλων γυναικῶν τῷ τῆς φιλίας ὀνόματι προσηγορευμένας [ἢ] ἀπὸ τῆς παρὰ τοῖς Ἀθηναίοις καλουμένης Ἑταίρας [τῆς] Ἀφροδίτης. περὶ ἧς φησιν ὁ Ἀθηναῖος Ἀπολλόδωρος ἐν τοῖς περὶ Θεῶν ῾FHG I 431' 'οὕτως. ‘Ἑταίραν δὲ τὴν Ἀφροδίτην τὴν τοὺς ἑταίρους καὶ τὰς ἑταίρας συνάγουσαν: τοῦτο δ᾽ ἐστὶν φίλας.' καλοῦσι γοῦν καὶ αἱ ἐλεύθεραι γυναῖκες ἔτι καὶ νῦν καὶ αἱ παρθένοι τὰς συνήθεις καὶ φίλας ἑταίρας, ὡς ἡ Σαπφώ ῾fr. 11 B4':'
ὡραίας πρότερον, νῦν δ᾽ οὐχ ὑμῖν ἀγορεύω
ἄρτι χνοαζούσας αὐλητρίδας, αἵ τε τάχιστα
ἀνδρῶν φορτηγῶν ὑπὸ γούνατα μισθοῦ ἔλυσαν,
τάδε νῦν ἑταίραιςκαὶ ἔτι ῾fr. 31':'
ταῖς ἐμαῖσι τερπνὰ καλῶς ἀείσω.
Λατὼ καὶ Νιόβα μάλα μὲν φίλαι ἦσαν ἑταῖραι.καλοῦσι δὲ καὶ τὰς μισθαρνούσας ἑταίρας καὶ τὸ ἐπὶ συνουσίαις μισθαρνεῖν ἑταιρεῖν, οὐκ ἔτι πρὸς τὸ ἔτυμον ἀναφέροντες, ἀλλὰ πρὸς τὸ εὐσχημονέστερον, καθὸ δὴ καὶ Μένανδρος ἐν Παρακαταθήκῃ ἀπὸ τῶν ἑταιρῶν τοὺς ἑταίρους διαστέλλων φησί ῾III 110 K':'
πεποιήκατ᾽ ἔργον οὐχ ἑταίρων γὰρ
<... ἀλλ᾽ ἑταιρῶν>: ταὐτὰ δ᾽ ὄντα γράμματα
τὴν προσαγόρευσιν οὐ σφόδρ᾽ εὔσχημον ποιεῖ.