Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἡγήσανδρος δ᾽ ἐν τοῖς Ὑπομνήμασι ῾FHG
IV 418' '
τῶν ἡδυσμάτων φησὶν ἐρᾶν πάντας,
οὐ τῶν
κρεῶν οὐδὲ τῶν ἰχθύων:
ἀπογενομένων γοῦν τούτων
οὐδεὶς ἡδέως ἔτι προσφέρεται τὸ κρέας οὐδὲ τὸν ἰχθὺν
οὐδ᾽ ἐπιθυμεῖ τῶν ὠμῶν καὶ τῶν ἀνηδύντων.
καὶ γὰρ τὸ παλαιὸν παίδων ἤρων,
ὡς καὶ ὁ Ἀρίστων ἔφη,
ὅθεν καὶ καλεῖσθαι τοὺς ἐρωμένους συνέβη
παιδικά.
πρὸς ἀλήθειαν γάρ,
καθάπερ φησὶ Κλέαρχος
ἐν τῷ πρώτῳ τῶν Ἐρωτικῶν ῾FHG II 314','
Λυκοφρονίδην εἰρηκέναι φησίν ῾fr. 1 B':'
οὔτε παιδὸς ἄρρενος οὔτε παρθένων
τῶν χρυσοφόρων οὐδὲ γυναικῶν βαθυκόλπων
καλὸν τὸ πρόσωπον, ἐὰν μὴ κόσμιον πεφύκῃ.
ἡ γὰρ αἰδὼς ἄνθος ἐπισπείρει.
καὶ ὁ Ἀριστοτέλης δὲ ἔφη ῾fr. 81 R' '
τοὺς ἐραστὰς εἰς
οὐδὲν ἄλλο τοῦ σώματος τῶν ἐρωμένων ἀποβλέπειν ἢ
τοὺς ὀφθαλμούς,
ἐν οἷς τὴν αἰδῶ κατοικεῖν.
Σοφοκλῆς δέ που περὶ τοῦ Πέλοπος διαλεγομένην ποιήσας τὴν Ἱπποδάμειάν φησιν ῾Oenom. fr. 433 N':'
τοιάνδ᾽ ἐν ὄψει λύγγα θηρατηρίαν
ἔρωτος, ἀστραπήν τιν᾽ ὀμμάτων ἔχει:
ᾗ θάλπεται μὲν αὐτός, ἐξοπτᾷ δ᾽ ἐμέ,
ἴσον μετρῶν ὀφθαλμόν, ὥστε τέκτονος
παρὰ στάθμην ἰόντος ὀρθοῦται κανών.