Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν μανίᾳ δὲ τρυφὴν ἡδίστην γενομένην οὐκ
ἀηδῶς ὁ Ποντικὸς Ἡρακλείδης διηγεῖται ἐν τῷ περὶ
Ἡδονῆς οὕτως γράφων: ‘ὁ Αἰξωνεὺς Θράσυλλος ὁ Πυθοδώρου διετέθη ποτὲ ὑπὸ μανίας τοιαύτης ὡς πάντα
τὰ πλοῖα τὰ εἰς τὸν Πειραιᾶ καταγόμενα ὑπολαμβάνειν
ἑαυτοῦ εἶναι, καὶ ἀπεγράφετο αὐτὰ καὶ ἀπέστελλε καὶ
διῴκει καὶ καταπλέοντα ἀπεδέχετο μετὰ χαρᾶς τοσαύτης
ὅσησπερ ἄν τις ἡσθείη τοσούτων χρημάτων κύριος ὤν.
καὶ τῶν μὲν ἀπολομένων οὔτε ἐπεζήτησεν, τοῖς δὲ
σῳζομένοις ἔχαιρεν καὶ διῆγεν μετὰ πλείστης ἡδονῆς.
ἐπεὶ δὲ ὁ ἀδελφὸς αὐτοῦ Κρίτων ἐκ Σικελίας ἐπιδημήσας συλλαβὼν αὐτὸν παρέδωκεν ἰατρῷ καὶ τῆς μανίας ἐπαύσατο, διηγεῖτο ..., οὐδεπώποτε φάσκων κατὰ
τὸν βίον ἡσθῆναι πλείονα: λύπην μὲν γὰρ οὐδ᾽ ἡντινοῦν αὐτῷ παραγίνεσθαι, τὸ δὲ τῶν ἡδονῶν πλῆθος
ὑπερβάλλειν.'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.